# Fragmenta 221.20-40

Onatas, Fragmenta, 221.20 to 221.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/onatas/fragmenta/221.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/onatas/fragmenta/221.20

Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζώων ἐπαίει, οὔτε δρατὸς ὧν οὔτε ἐπαίστος, εἰ μὴ τισὶ πάγχυ ὀλίγοις τῶν ἀνθρώπων. Αὐτὸς μὲν γὰρ ὁ θεὸς ἐντὶ νοῦς καὶ ψυχὴ καὶ τὸ ἀγεμονικὸν τῷ σύμπαντος κόσμου. Ταὶ δυνάμεις δ’ αὐτῷ αἰσθῆται τὰ τ’ ἔργα, ὧν οἴμαι νομεύς, καὶ ταὶ πράξεις καὶ ταὶ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστροφάσεις. Ὁ μὲν ὧν θεὸς αὐτὸς οὔτε δρατὸς οὔτε αἰσθητός, ἀλλὰ λόγῳ μόνον καὶ νόμῳ θεωρητός· τὰ δ’ ἔργα αὐτοῦ καὶ ταὶ πράξεις ἐναργέστες καὶ αἰσθηταὶ ἐντὶ πάντεσιν ἀνθρώποις. Δοκεῖ δέ μοι καὶ μὴ εἰς εἰμεν θεός, ἀλλ’ εἰς μὲν ὁ μέγιστος καὶ καὐπέρτερος καὶ ὁ κρατῶν τῷ παντός, τοὶ δ’ ἄλλοι πολλοὶ διαφρόντες κατὰ δύναμιν· βασιλεύειν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετῇ μάζων. Οὕτος δὲ κα εἷς θεὸς ὁ περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δ’ ἄλλοι θεοὶ οἱ θεοντὲς ἐντὶ κατ’ οὐρανὸν σὺν τῇ τῷ παντὸς περιηγίσει, κατὰ λόγον ὁπαδόντες τῷ πράττῳ καὶ νοστῷ. Τοὶ δὲ λέγοντες ἕνα θεὸν εἰμεν ἀλλὰ μὴ πολλοὺς ἀμαρτάνουσι. Τὸ γὰρ μέγιστον ἀξίωμα τὰς θείας ὑπεροχὰς οὐ συν- θεωρεῦντι. Λέγω δὴ τὸ ἄρχεν καὶ καθιεῦσθαι τῶν ὁμοίων, καὶ κράτιστον καὶ καὐπέρτερον εἰμεν τῶν ἄλλων. Τοὶ δ’ ἄλλοι θεοὶ ποτὶ τὸν πρῶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ χορρυαῖον,

---

Onatas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002608.
