# Κυνηγετικά 1.422-467

Oppian of Apamea, Κυνηγετικά, Book 1, lines 1.422-1.467. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/1.422

ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·
κραιπνοὶ δʼ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,
καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.
ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα
αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.
χροιαὶ δʼ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·
οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται
οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.
κεῖνοι δʼ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,
τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,
μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις
ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν
ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι
σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.
εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,
μήποτʼ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ
αἰγῶν ἢ προβάτων, μηδʼ οἰκιδίῃσι κύνεσσιν·
ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·
ἀλλʼ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης
ἤ που δορκαλίδων ἤ νυκτιπόροιο λυκαίνης·
ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,
εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.
αὐτὰρ νηπιάχοισιν ἐπʼ οὐνόματα σκυλάκεσσι
βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ.
ἵπποισι κρατεροῖσι δʼ ὁμήθεες ἀγρευτῆρσιν
ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν
ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.
μηδʼ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι
σιγὴ τέθμιός ἐστι, πανέξοχα δʼ ἰχνευτῆρσιν.
εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,
ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρʼ αἰολόβουλοι
ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·
μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.
ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη
χειμερίη, στείβουσί τʼ ἀμοχθήτοισιν ὀπωπαῖς,
οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθʼ ἅμʼ ὁρᾶται
καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.
ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·
εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα
ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ
εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,
καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν
ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·
αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ
ποῖαι καὶ βοτάναι καί τʼ ἄνθεα γηράσκουσι,
γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
