# Κυνηγετικά 1.43-88

Oppian of Apamea, Κυνηγετικά, Book 1, lines 1.43-1.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/1.43

ἄλλὰ σύ γʼ, ἀντολίηθεν ἐπʼ Ὠκεανὸν βασιλεύων,
εὔδιον ἀμβροσίῃσιν ὑπʼ ὀφρύσι σῇσι γεγηθώς,
δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν
γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.
Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,
ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·
ἀλλʼ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,
ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,
καὶ ταναοὺς ὄρνιθας ἀπʼ ἠέρος εἰρύσασθαι,
ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;
οὐ μὲν ἄρʼ οὐδʼ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι
ἄγρη νόσφι πόνοιο· πόνῳ δʼ ἅμα τέρψις ὀπηδεῖ
μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.
ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι
γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς
ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·
τερπωλὴ δʼ , ὅτε χαλκοῦ ὑπαὶ γενύεσσι τορήσας
ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα
εἰνάλιον φορέῃσι διʼ ἠέρος ὀρχηστῆρα.
ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπʼ ἄγρην
οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,
ἀλλʼ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος
καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς
οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.
τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;
ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;
ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι,
ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,
ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντʼ ἐλέφαντι;
θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,
ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,
ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,
τίγριν δʼ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,
κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.
ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,
ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·
δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·
δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομʼ ἀείσων.
πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·
ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον
χρειὼ ἀναγκαίη, χρειὼ δʼ ἄρα τάφρον ἁλέσθαι.
δηθάκι δʼ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,
ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.
τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,
μηδʼ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι
θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
