# Κυνηγετικά 1.468-513

Oppian of Apamea, Κυνηγετικά, Book 1, lines 1.468-1.513. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/1.468

ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,
βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμενʼ ἀοιδῆς·
τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·
αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.
τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι
λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,
γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,
ἀλλʼ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι
καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·
ῥίνεσι δʼ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς
καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων
ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν
ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.
καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων
ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων
ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·
ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,
πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,
λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·
ἀλλʼ ὅτε δὴ μάλα πολλὸν ἀπʼ ἄστεος ἠδὲ πυλάων
ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·
νοστήσας δʼ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκʼ ἀγινεῖ
ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγʼ αἶψα
ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπʼ ἀϋτμῆς·
ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλʼ εὑρεῖν
ἱμείρων δύναται· μάλα δʼ ἀσχαλόων ἀλάληται.
ὡς δʼ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης
πρωτοτόκος λοχίῃσιν ὑπʼ ὠδίνεσσι τυπεῖσα
λύσατο μὲν πλοκάμους, λῦσεν δʼ ἀπὸ δαίδαλα μαζῶν,
ἠδʼ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα
στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα
ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δʼ αὖτε
ἐς λέχος ἰθύει, ποτὲ δʼ ἐν κονίῃσι ῥιφεῖσα
κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·
ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,
τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει
πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν
δένδρεά θʼ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.
ἀλλʼ ὁπότʼ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,
καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ
σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·
ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ
εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·
οὐδʼ ἀπό μιν πλάγξαις, οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις,
ἰθύει δʼ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,
εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
