Ancient Greek · ~4 min
Book 1, lines 1.514-1.538
Oppian of Apamea, Κυνηγετικά 1.514-538
Not analysed yet
εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,
λάθρη μὲν πελάει, κατὰ δʼ ἴχνιον ἴχνος ἐρείδει,
βαιὸς ὑφʼ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,
οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα
ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.
ἀλλʼ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,
ῥίμφʼ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι
συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα
ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.
ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,
ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι
καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·
ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.
οἵη δʼ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο
βριθομένη πυρῷ τε μετʼ αὔλιον εἶσιν ἀπήνη,
τὴν δʼ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,
πρόπροθι δʼ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,
ἄλλος ὑπερτερίην, ὁ δʼ ἄρʼ ἄξονα βουσὶν ἀρήγων·
εἰς αὖλιν δὲ μολόντες ἐλύσανθʼ ἱστοβοῆα,
ταῦροι δʼ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,
θυμὸς δʼ ἠπεδανοῦ μέγʼ ἐχήρατο βουπελάταο·
ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.
αὐτὰρ ὅ γʼ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,
ἄμφω δʼ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,
κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.