# Κυνηγετικά 2.1-45

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.1-2.45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.1

εἰ δʼ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,
παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,
εἰπέμεναι μερόπων τίς ἀγασθενέων θʼ ἡρώων
σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.
ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα
θηρομιγῆ, μερόπων μὲν ἐπʼ ἰξύας, ἰξυόφιν δὲ
ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.
ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχένʼ ἀμέρσας,
Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·
ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι
καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν
ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα
ἠδʼ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.
ἱππαλέην δʼ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·
καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι
βαλλόμενος, τοὺς δʼ αὖτε· θοοῖς ἵπποισιν ἐλαύνων
θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο.
πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας
διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·
καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας
καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.
ἔξοχα δʼ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν
Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.
ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος
Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.
Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη
θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.
νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,
Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.
τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.
πολλοὺς δʼ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·
οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς
αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.
οἷος μὲν γλυκὺς ὕπνος ἐπʼ ἄνθεσιν εἴαρος ὥρῃ,
οἵη δʼ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,
οἵη δʼ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι
τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ
δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·
ψυχρὸν δʼ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ
οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·
οἷα δʼ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν
ἐν γλυκεροῖς ταλάροισι παρʼ αἰπολίοισι νομῆες.
ἀλλʼ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην
πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος
οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
