# Κυνηγετικά 2.326-372

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.326-2.372. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.326

αἰγῶν δʼ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα
οὐ πολλὸν τούτων ὀΐων λασίων τε χιμαιρῶν
μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,
στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.
κάρτος δʼ αὖτʼ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·
πολλάκι δʼ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν
καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.
ἔστι δʼ ὅτʼ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες
μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·
οὐδέ τʼ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,
νίκην δʼ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη
ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.
Αἰγάγροις δέ τίς ἐστι διʼ αὐτῶν αὐλὸς ὀδόντων
λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα
αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·
εἰ δέ τις αἰγάγρου κηρόν κέρασιν περιχεύοι,
ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.
ἔξοχα δʼ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας
οὓς παῖδας κομέει· γήρᾳ δʼ ἔνι μητέρα παῖδες.
ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι
γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,
ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,
ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,
τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·
ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας
γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ·
βρώμην μέν τʼ ὀρέγοὺσιν ἐΰδροσον ἀνθεμόεσσαν,
δρεψάμενοι στομάτεσσι· ποτὸν δʼ ἄρα χείλεσιν ἄκροις
ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·
γλώσσῃ δʼ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.
εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,
αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·
τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,
λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·
φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,
μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.
τοῖα φάμεν δοκέοις· τοὺς δʼ ἑσταότας προπάροιθε
πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ,
αὐτὰρ ἔπειτʼ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,
ῥηξαμένους βληχήν, στομάτων τʼ ἄπο τοῖον ἀϋτεῖν,
φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·
πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,
λύσεο μητέρα μοι φιλίην, τά δʼ ἄποινα δέδεξο,
ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,
ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ
αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,
εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
