Ancient Greek · ~7 min
Book 2, lines 2.373-2.414
Oppian of Apamea, Κυνηγετικά 2.373-414
Not analysed yet
τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.
ἀλλʼ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,
αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,
αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.
εἰσὶ δʼ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,
ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες·
λάχνη πορφυρόεσσα δʼ ἐπὶ χροὸς ἐστεφάνωται
πολλή τʼ οὐκ ἁπαλή τε· τάχʼ αἰγὸς ἂν ἀντιφερίζοι
τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.
τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι
χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,
οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,
ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.
ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·
ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,
δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων
ἰχθυόεις ἕπεται, κατὰ δʼ ἅψεα λιχμάζονται,
τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.
ἔξοχα δʼ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι
καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.
θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας
ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.
οὐ γὰρ ἐπʼ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης
θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδʼ ὅσον αὐτῶν
φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.
θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα
ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι
καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,
οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε
ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θʼ ὑπεδέξατο θυμῷ·
ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.
οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι
ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις
περδίκων· πῶς δʼ αὖτε θοοῖς χαίρουσιν ἐφʼ ἵπποις
ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·
ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·
αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.
ὄβριμʼ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,
πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεισς3
γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·
ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·
ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος·