# Κυνηγετικά 2.415-461

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.415-2.461. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.415

δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε
γαίης ὅσσα τʼ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,
οἳ Λήθης μέν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ
καὶ φύγον ἄλγεα πάντα, σὲ δʼ εἰσέτι πεφρίκασι.
σῷ δὲ μένει καὶ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει
ἠέλιος φαέθων· σῷ δʼ αὖ πυρὶ καὶ φάος εἴκει
δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.
τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,
πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,
τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς
θῆρας ἀνεπτοίησας ἐπʼ ἀζεύκτοισι πόθοισι.
θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες
ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες
ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες
ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν
καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·
ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου
ὠτίς ὀλισθαίνουσα διʼ ἠέρος ἱμερόεσσα,
σαργοὶ δʼ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳ
φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,
ἕσπονται δʼ ἅμα πάντες, ὅτʼ ἄγρια κύματα τέμνει,
στείνονταί θʼ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος
ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν·
αὐτὰρ ὅ γʼ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,
εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς
δαινύμενος· τοὶ δʼ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,
οὐδʼ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.
σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε
πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον
καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.
ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,
ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·
τοῦ δʼ ἤτοι χροιὴ μὲν ἅτʼ εἰαρινοῖο γάλακτος,
μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·
διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·
ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν
αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,
καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο
πέτρου τʼ ὀκριόεντος ἀρειότεραι πεφύασιν·
ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.
θυμὸς δʼ αὖτʼ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·
οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,
οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,
οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,
πορδαλίων δʼ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,
οὐδʼ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,
οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
