# Κυνηγετικά 2.46-91

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.46-2.91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.46

εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχʼ ἄριστος
βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει·
πέφρικεν δʼ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·
αἱ δʼ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,
ὁππότε μυκήσαιτʼ, ἄγριοι βόες· ἀλλʼ ὅτʼ ἐπʼ ἄλλῳ
ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,
οἶος ἴῃ, κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,
δὴ τότʼ ἐπʼ ἀμφοτέροισιν ὑπέρβιος ἵστατʼ ἐνυώ.
πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες
ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι
καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,
οἷα κονιόμενοι· προκαλίζονται δʼ ἑκάτερθεν,
ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·
αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφʼ ὑσμίνην ἀλεγεινήν,
ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δʼ ἄφαρ κεράεσσι
πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.
οἷα δʼ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης
δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,
στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,
ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,
σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν·
ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν
νηῶν τʼ ἀγνυμένων· στένεται δʼ ὅλος οἴδματι Νηρεύς·
τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,
θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,
εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.
αὐτὰρ ὅ γʼ οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ
καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·
οἶος δʼ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν
φέρβετʼ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,
οἶά τις ἀθλεύων· βριαρὸν δʼ ὅτε κάρτος ἴδηται
καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκʼ ὄρεσφιν·
αὐτὰρ ὅγʼ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·
ἀλλʼ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,
δή ῥα τότʼ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,
ῥεῖα δʼ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε
τηλόθʼ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.
εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.
Αἰγύπτου μὲν ἔασι παρʼ ὄχθαις ἀγλαοκάρποις
Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο
χιόνεοι χροιήν, μέγεθος πάντων ὄχʼ ἄριστοι·
φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα
ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,
ὅττι βροτοὶ δʼ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.
οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,
ξανθοί τε φλογεροί τε· βαθεῖαι δʼ αὐχένι σάρκες·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
