# Κυνηγετικά 2.551-595

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.551-2.595. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.551

Ῥινοκέρως δʼ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος
οὐ πολλὸν μείζων, ὀλίγον δʼ ὑπὲρ ἄκρια ῥινὸς
ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·
κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,
οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.
κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι
πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.
ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις
καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.
πάντες δʼ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·
καὶ πόθεν, οὐκ ἐδάην, φράζω δʼ οὖν ὡς δεδάηκα,
εἴτʼ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,
εἴτʼ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,
εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.
ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης
βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,
ὄστρεά τʼ ἠπεδαναί τʼ ἀφύαι κόχλων τε γένεθλα
ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.
Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·
οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
πάνθηρας χαροποὺς ἠδʼ αἰλούρους κακοεργούς,
τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,
καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·
τοὶ δʼ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες
χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·
δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·
φωλειοῖσι δʼ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,
ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,
ἄνθεά τʼ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,
νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,
φάεά τʼ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,
καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,
αὖθις δὲ ζωοί τε πάλιν τʼ ἐγένοντο μυωξοί.
λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,
ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις
οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·
οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον
γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·
τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις
τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,
οὐδʼ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,
οὐδʼ ὁπόσα πτερύγεσσιν ἐπʼ ἠέρα πουλὺν ὁδεύει,
οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπʼ ἄγρια κύματα τέμνει·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
