# Κυνηγετικά 2.92-137

Oppian of Apamea, Κυνηγετικά, Book 2, lines 2.92-2.137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/2.92

σφαιρωτὸς δʼ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.
ξείνη δʼ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·
οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,
κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσʼ ἑκάτερθε.
μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,
ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.
Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέας εἱλικόμορφον
αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.
οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,
αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,
αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,
ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,
μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·
ἀλλʼ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,
οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·
ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,
ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·
κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα
καρτερόν ἀθλεύοντʼ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,
ὁππότʼ ἐπʼ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ
καἰ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν
οὐχ Ἥρῃ τελέειν οὐδʼ Εὐρυσθῆος ἐνιπαῖς,
Ἀρχίππῳ δʼ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο
πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης
ἵετʼ ἐπειγόμενος, χαροποῦ δʼ ἐπελήθετο πόντου,
δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·
δήθυνεν δὲ πάγοισι, κάλυπτε δʼ ἐρίσπορον αἶαν
οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.
οὔρεσί τʼ ἀμφότερωθε περίδρομος ἐστεφάνωτο
τειναμένοις ἑκάτερθεν ἐπʼ ἀλλήλοισι κάρηνα·
ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,
ἐκ δʼ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,
αὐτὸς δʼ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,
αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,
χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.
τοὔνεκεν αὐτίκʼ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι
νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,
ὕδατα δʼ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι
εὐπλοκάμου λίμνης ἠδʼ εὐτροχάλου ποταμοῖο.
ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν
ἀμφιβόλων ὀρέων, λῦσεν δʼ ἄπο λάϊνα δεσμά,
καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,
ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,
ἴθυνεν δʼ ἐπὶ θῖνας· ὁ δʼ ἔβραχεν ἠπύτα πόντος
καὶ Συρίου κονάβησε μέλαν δέμας αἰγιαλοῖο.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
