# Κυνηγετικά 3.180-224

Oppian of Apamea, Κυνηγετικά, Book 3, lines 3.180-3.224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/3.180

αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν,
ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,
καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.
ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,
κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·
ὄσσε πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι,
ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·
ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,
χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι.
χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,
ἀλλʼ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί.
φῦλα δʼ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων
πολλαῖσίν τʼ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·
θηλύτεραι δʼ ἕσπονθʼ, ὅθι τοι πόσις ἡγεμονεύει·
πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,
πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα
πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι.
ζῆλον δʼ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει
υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·
ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον Εἰλειθυίης,
ἄγχι μάλʼ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει·
καί ῥʼ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν,
εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδʼ ἑκάτερθε
γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·
ἄρσενα δʼ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει
λευγαλέῳ ζήλῳ μητέρι μαινόμενος θήρ·
ἐκ δʼ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι
μήδεα, μὴ μετόπισθε νέον γένος ἡβήσειεν.
ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι
παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.
ὡς δʼ ὁπότʼ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην
νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,
αὐτήν τʼ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν
υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,
δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν
αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι·
ὣς καὶ θῆλυς ὄναγρος ἐφʼ υἱέϊ πάμπαν ἔοικεν
οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ.
φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,
μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·
ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται,
ὄμματα φοινίχθη δέ, τά τʼ ἦν πάρος αἰγλήεντα;
οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης,
οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης,
οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
