# Κυνηγετικά 3.359-401

Oppian of Apamea, Κυνηγετικά, Book 3, lines 3.359-3.401. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/3.359

δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·
ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑά τέκνα
ἐμμενέως φεύγει, θηρήτορας εὖτʼ ἂν ἴδηται·
ἡ δʼ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,
χάρμα μέγʼ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.
Κάπρος ἐνυαλίοις δὲ μέγʼ ἔξοχος ἐν θήρεσσιν
εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,
ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.
θηλυτέρῃ δʼ ἀλίαστος ἐφορμαίνων ἀλάληται
καὶ μάλʼ ἐρωμανέων σφριγᾷ· κατὰ δʼ αὐχένος ὀρθαὶ
φρίσσουσι τρίχες, οἶα περισσολόφων πηλήκων,
ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων
ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ·
καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.
θηλυτέρη δʼ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν,
ἔσβεσε πάντα χόλον, κατὰ δʼ εὔνασε θηρὸς ἐρωήν·
εἰ δέ κʼ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν,
αὐτίκʼ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι
ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας,
ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας.
ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα
λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.
σῆμα δʼ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·
ὁππότε γὰρ πολύς ὄχλος ἐπήτριμος ἀγρευτήρων
σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,
αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,
δὴ τότʼ ἀπʼ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν
θηρὸς ἔτʼ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,
αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.
καὶ δʼ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν,
ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,
ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται.
Ὑστρίγγων δʼ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην
ῥίγιον εἰσιδέειν οὔτʼ ἀργαλεώτερον ἄλλο·
τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,
βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς
τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις,
ὁπποίαις θωρήξατʼ ἐχίνων αἰόλα φῦλα.
ἀλλʼ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,
δὴ τότʼ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας
καί τʼ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν
ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ
φεύγει τʼ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
