# Κυνηγετικά 4.132-176

Oppian of Apamea, Κυνηγετικά, Book 4, lines 4.132-4.176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/4.132

δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·
ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,
οὐδʼ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.
οἱ δʼ ὁπότʼ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ,
πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ
ἕσπονται παταγεῦντες, ἀϋτὴ δʼ αἰθέρʼ ἱκάνει.
θῆρες δʼ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται
θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.
ὡς δʼ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες
πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες
λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες
ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·
ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.
καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν
αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.
ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων
ἀκάματος, μέγα θαῦμα· τὸ δʼ ἀνέρες ἀλκήεντες
Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.
πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι
καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας
ἀζαλέας τανύουσιν ἐπʼ ἀσπίσιν ὀμφαλοέσσαις
ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·
αὐτοὶ δʼ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·
καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δʼ ἀθρήσαις
χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.
ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες, εὐκελάδοισι
μάστιξιν θαμινῇσι διʼ ἠέρος αἰθύσσοντες·
αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος
βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,
δερκόμενος χαροποῖσιν ὑπʼ ὄμμασιν αἰθόμενον πῦρ,
θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.
οὐ τοῖον Γάγγαο ῥόος πρόσθʼ ἠελίοιο
Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα λαὸν ἀμείβων
μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν
ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·
ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τʼ εἴκοσιν ἄλλοις
κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·
οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι
βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δʼ ὅλος αἰθήρ.
καί ῥʼ ὁ μὲν αὐτίκʼ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,
λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν
ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.
αὐτὰρ ὅ γʼ ἔν τʼ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν
ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
