Ancient Greek · ~7 min
Book 4, lines 4.177-4.219
Oppian of Apamea, Κυνηγετικά 4.177-219
Not analysed yet
τὸν δ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν
κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.
αἶψα δʼ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς
ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος
δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·
ἄλλοι δʼ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι
ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,
τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,
οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.
αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,
τὸν μὲν καλλείπων, τὸν δʼ αἰρόμενος χθονὸς αἶψα
αὖ ἐρύων, τῷ δʼ αὖτις ἀάσχετος ἰθὺς ὀρούων.
ὡς δʼ ὁπότʼ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν
δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,
αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα
ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,
ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,
πάντες ὁμοῦ βρίσαντες· ὁ δʼ ὀκλάζει κατὰ γαίης,
βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·
ὣς ὅ γʼ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν
ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·
ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·
εἴκελος αἰδομένῳ δἐ ποτὶ χθόνα κανθὸν ἐρείδει.
ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι
πυγμαχίης ἐν ἀγῶσιν, ὑπʼ ἀνέρος ἀλκήεντος
ἄντην ἀσσυτέρῃσιν ὐπʼ ὠτειλῇσι δαμασθείς,
ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ,
οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·
αὐτὰρ ἔπειτʼ ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη·
ὣς ὅ γʼ ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν.
οἱ δὲ τότʼ ἐγκονέουσι πολὺ πλέον, αἶψα δʼ ὕπερθε
πάντες ἐρεισάμενοι κρατεροῖσι δέουσʼ ὑπὸ δεσμοῖς
οὐδὲν ἀλευόμενον, μάλα δʼ ἤρεμον ἀτρεμέοντα.
ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν,
αἰνόν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν.
ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι
θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα
πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·
κίονα δʼ οὐχὶ λίθοιο, δρυὸς δʼ ἐτάμοντο κεραίην·
οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν,
ἀλλὰ κυνός· τοῦ δʼ αὖτʼ ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις
λεπταλέαις· ὁ δʼ ἄρʼ ὦκα περισπερχὴς ὀδύνῃσιν
ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·