# Κυνηγετικά 4.220-268

Oppian of Apamea, Κυνηγετικά, Book 4, lines 4.220-4.268. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/4.220

ἡ δὲ μάλʼ ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει.
ὡς δʼ ὁπότʼ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,
πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι
πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·
ὀδμὴ δʼ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον
ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται
αὖτις ὑπεκδῦναι, δεινοῦ δʼ ἤντησαν ὀλέθρου·
ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα,
ἔδραμε καὶ θόρεν, οὔτινʼ ὀϊσσαμένη δόλον εἶναι,
γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.
Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν,
θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων,
οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου.
πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν
οὐ θῆρες βλοσυραί, χαροπαὶ δʼ ἐπέλοντο γυναῖκες,
οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι,
Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι.
νηπίαχον γὰρ Βακχον Ἀγηνορὶς ἔτραφεν Ἰνώ,
μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός·
σὺν δʼ ἄρʼ ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·
ἀλλʼ οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,
οὔρεϊ δʼ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.
Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι
καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι
εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,
νεβρίσι δʼ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις
ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·
τύμπανα δʼ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,
παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δʼ ἔφαινον
ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δʼ ἄρα τῇσιν
Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες·
ἐκ δʼ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν
ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·
μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα
γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.
χηλὸν δʼ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι
στεψάμεναι νώτοιστν ἐπεστήριξαν ὄνοιο·
Εὐρίπου δʼ ἵκανον ἐπʼ ᾐόνας, ἔνθα κίχανον
πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι
γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·
αὐτὰρ ὅ γʼ αἰδεσθεὶς ἱεράς ὑπέδεκτο γυναῖκας.
καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ,
πρύμνην δʼ ὡραίη ἕλινος καὶ κισσὸς ἔρεπτον·
καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες
δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν
ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες
ἠδʼ ἐπʼ Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι,
ὅσθʼ ὕπατον μὲν ἔναιεν ὄρος Καρύῃσιν ὑπʼ ἄντρῳ,
μυρία δʼ ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
