# Κυνηγετικά 4.359-407

Oppian of Apamea, Κυνηγετικά, Book 4, lines 4.359-4.407. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/4.359

ἀλλʼ ὁπότʼ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,
ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ,
ῥῖνας μὲν ταναὰς σχεδόθεν χέρσοιο τιθέντες·
εἰσοπίσω δʼ εἴπέρ τι νεώτερον ἀθρήσειαν
ἴχνος, ἐπειγόμενοι θόρον αὐτίκα καγχαλόωντες
ληθόμενοι τοῦ πρόσθεν· ἐπὴν δʼ εἰς ἄκρον ἵκωνται
εὐπλανέος στιβίης θηρός τε παναίολον εὐνήν,
αὐτίχʼ ὁ μὲν θρώσκει παλάμης ἄπο θηρητῆρος,
οἰκτρὰ μάλʼ ὑλακόων, κεχαρημένος ἔξοχα θυμόν.
ὡς δʼ ὅτε παρθενικὴ γλαγόεντος ἐν εἴαρος ὥρῃ
ἀβλαύτοισι πόδεσσιν ἀνʼ οὔρεα πάντʼ ἀλάληται,
ἄνθεα διζομένη· τὸ δέ οἱ μάλα τηλόθʼ ἐούσῃ
νηδύμιον προπάροιθεν ἴον μήνυσεν ἀϋτμή·
τῇ δὲ μάλʼ ἰάνθη μείδησέ τε θυμὸς ἐλαφρός,
ἀμᾶται δʼ ἀκόρητος, ἀναψαμένη δὲ κάρηνον
εἶσιν ἐς ἀγραύλων δόμον ἀείδουσα τοκήων·
ὣς κυνὸς ἰάνθη θυμὸς θρασύς· αὐτὰρ ἐπακτὴρ
καὶ μάλα μιν θύνοντα βιησάμενος τελαμῶσι
καγχαλόων παλίνορσος ἔβη μεθʼ ὅμιλον ἑταίρων.
τοῖσι δὲ καὶ δρυμὸν διεπέθραδε, θῆρά τε πικρὴν
αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.
οἱ δʼ ἄρʼ ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς
δίκτυά τʼ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·
ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις
ἀνέρας ἀκρολίνους ὑπὸ μειλινέοισι πάγοισιν.
ἐκ δʼ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν
λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι
μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,
ὅσσον ἐπʼ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·
τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα
ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,
ἐκ δʼ ἄρʼ ἀπήρτηται πτίλα μυρία παμφανόωντα,
οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ
γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.
δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν ἐστήσαντο,
ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,
τυτθὸν ἀπʼ ἀλλήλων, πίσυρας δʼ ἐκάλυψαν ἑκάστῳ
ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.
αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,
σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης
ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·
αἰζηοὶ δʼ ἐπόρουσαν ἀολλέες, ἐκ δʼ ἑκάτερθεν
ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.
ἡ δʼ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,
γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα
ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν
κλαγγηδὸν παταγοῦσιν, ἐπʼ ὀφρύα μηρίνθοιο
σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τʼ ἀνιγρὴ
ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
