Ancient Greek
Book 4, lines 4.408-4.451
Oppian of Apamea, Κυνηγετικά 4.408-451
Not analysed yet
πάντα δʼ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,
δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω
ταινίαι τʼ ἐφύπερθε διηέριαι κραδάουσι
κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.
τοὔνεκα παπταίνουσα κατʼ ἄρκυος ἀντίον ἕρπει,
ἐν δʼ ἔπεσεν λινέοισι λόχοις· τοὶ δʼ ἐγγὺς ἐόντες
ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε
σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δʼ ἐπʼ ἄλλῳ
νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν
ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·
δηθάκι δʼ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας
δίκτυά τʼ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.
ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν
ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,
δῆσέ τʼ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,
καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,
πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.
χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο
σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,
πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·
αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες
πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,
ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.
τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,
ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.
ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν
καὶ πάτον, ἐν δʼ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·
κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ
ῥεῖά τʼ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δʼ ἐνὶ γαίῃ
καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ
ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.
ἤν ποτʼ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν
ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο
τυτθὸν ὑποσταίη, λαγόνων δʼ ἀπὸ μήδεα χεύῃ·
δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι
κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπʼ ὄμβροις
βριθόμενοι λαγόνας, ποτὶ δʼ ἰσχίον ὀκλάζουσιν·
ἢν δʼ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,
πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,
γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.
κερδὼ δʼ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν
οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,
δεινὴ δʼ αὖτε κάλωα ταμεῖν, ὑπὸ δʼ ἅμματα λῦσαι,
καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.