# Κυνηγετικά 4.88-131

Oppian of Apamea, Κυνηγετικά, Book 4, lines 4.88-4.131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian-of-apamea/text/4.88

τοῦ δʼ ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες
ἀρνειὸν νεογιλὸν ὑπʼ ἀρτιτόκοιο τεκούσης·
ἔκτοθε δʼ αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν
αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν,
ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε·
καί ῥʼ ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ·
τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·
μαιόμενος δʼ ἴθυσε, φίλον κεχαρημένος ἦτορ,
ἴχνος ἐπισπέρχων βληχῆς ἠδʼ ἔνθα καὶ ἔνθα
παπταίνων πυρόεν· τάχα δʼ ἤλυθεν ἄγχι δόλοιο,
ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει.
αὐτίκα δʼ αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,
δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδʼ ἐνόησεν,
ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·
παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,
ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,
ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.
οἱ δʼ ἄρʼ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες
ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δʼ ἱμᾶσι
δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,
ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·
αὐτὰρ ὅ γʼ ἐκ βόθροιο δοκεύμενος αὐτίκʼ ἀλύξειν
ἔνθὁ̣?ʼε καγχαλόων· παρὰ δʼ οὐκέτι νόστος ἕτοιμος·
ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.
αὐτὰρ ἐϋρρείταο παρʼ ὄχθαις Εὐφρήταο
ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται
θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι
κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι
καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·
οἱ δʼ ἄλλοι τρειουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,
δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,
ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.
πεζοὶ δʼ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος,
ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·
τόσσον δʼ αὖθʼ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,
ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.
τρισσοὶ δʼ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,
εἷς μέσατος, δοιοὶ δʼ ἄρʼ ἐπʼ ἀκροτάτοισι κορύμβοις,
ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν
εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.
οἱ δʼ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,
φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·
ἀνδρῶν δʼ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ,
ἁ̓σπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·

---

Oppian of Apamea, Κυνηγετικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0024.tlg001.local001/.
