# Ἁλιευτικά 2.354-397

Oppian, Ἁλιευτικά, Book 2, lines 2.354-2.397. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian/text/2.354

ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου
ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δʼ ἄρα λαιμῷ
ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·
ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι
δύσμορον, αὐτοτύποισιν ὑπʼ ὠτειλῇσι δαμεῖσαν.
τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο
ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος
ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.
ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,
φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις
εἱλεῖται σφαιρηδόν, ὑφʼ ἕρκεϊ γυῖα φυλάσσων,
ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων
πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,
ἀλλʼ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει
χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·
τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·
αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα
δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,
ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι
χαίτης ὀξυτόμοισιν· ὁ δʼ ἄλλοθεν εἴβεται ἄλλος
ἰχὼρ αἱματόεις, τὸν δʼ ἕλκεα πόλλʼ ἀνιάζει.
ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ
ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς
ἴσχει τʼ ἐμπρίει τε χόλῳ τʼ ἐνερείδεται ἀλκήν.
τοῦ δʼ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι
ὀξέα πεφρικυῖαι· ὁ δʼ ἐν σκολόπεσσι πεπηγὼς
οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,
ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,
ὄφρα θάνῃ, σὺν δʼ αὐτὸν ἀπέφθισε θῆρα πιέζων
πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·
πολλάκι δʼ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,
εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.
τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,
καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.
Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
δαίνυτʼ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν
πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ
αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη
νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,
ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,
σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει
αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ̔ ἀνίησι
πνοιὴν ἠερίην οὔτʼ ἔνδοθεν οὔθʼ ἑτέρωθεν·

---

Oppian, Ἁλιευτικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0023.tlg001.local001/.
