Ancient Greek · ~7 min
Book 3, lines 3.488-3.529
Oppian, Ἁλιευτικά 3.488-529
Not analysed yet
κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων
ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη
εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως
ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.