Ancient Greek · ~7 min
Book 3, lines 3.576-3.619
Oppian, Ἁλιευτικά 3.576-619
Not analysed yet
ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον
καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.
σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας
ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον
ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας
τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν
μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι
ψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι
νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.
ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι
ἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
ἐσδύνειν, σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,
σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον
δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,
αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.