# Ἁλιευτικά 4.279-324

Oppian, Ἁλιευτικά, Book 4, lines 4.279-4.324. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian/text/4.279

ὥς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην
πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει
καγχαλόων, πρέμνοισι δʼ Ἀθηναίης ἐπέλασσεν·
ἔνθʼ ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζης
πυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος,
ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει,
ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δʼ ἐπὶ χεῖρας ἀείρει,
ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι·
ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων.
ἔνθεν ἔπειτʼ ἄκρῃσιν ἐρειδόμενος κοτύλῃσιν
ὑψόσʼ ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας
πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρ
νοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθʼ ἑταίρους
ἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν·
ἢ ὥστε βλωθρῇσιν ἑλίσσεται ἀμφʼ ἐλάτῃσιν
ὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δʼ ἀπὸ ῥίζης
ἑρπύζει, πάντῃ δὲ περιρρέει ἀκρεμόνεσσιν·
ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετʼ ἐλαίης
ὄρπηκας, κυνέοντι πανείκελος· ἀλλʼ ὅτʼ ἔρωτος
λωφήσῃ, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει,
πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο.
τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησαν
ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης
ὅττι μάλʼ εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,
ἐκ δʼ ἀκάτου σύρουσιν· ὁ δʼ οὐκ ἀμέλησε νοήσας
πούλυπος ἀλλʼ ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους
πτόρθους· οὐδʼ ἔτʼ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην
δεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηται
νηός· ὁ δʼ οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.
σαργοὶ δʼ αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,
αἰγῶν δʼ ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν
ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες.
ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαι
ἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν.
εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσι
μηκάδας, ἐν δίνῃσι λοεσσομένας ἁλίῃσιν
ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ,
οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντες
αὐδήν τʼ αἰπολίων βαρυηχέα πάντες ὁμαρτῇ
καὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονται
σαργοὶ καὶ θρώσκουσιν ἐπʼ ἀνδήροισι θαλάσσης,
γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλον
ἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται,
πυκνὰ κατασκαίροντες· ἔχει δʼ ἄρα θαῦμα νομῆας
πρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαι
δέχνυνται· τοὺς δʼ οὔτις ἔχει κόρος εὐφροσυνάων.

---

Oppian, Ἁλιευτικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0023.tlg001.local001/.
