# Ἁλιευτικά 5.182-226

Oppian, Ἁλιευτικά, Book 5, lines 5.182-5.226. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian/text/5.182

ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου
ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος.
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι
ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,
φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,
πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,
ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι
πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλλην
χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,
ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου
ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων
τέτραπται μίαν οἶμον, ἐπειγόμενος δʼ ἑκάτερθεν
κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ
νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θʼ ἑτέρωθεν.
πολλὴν δʼ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην
παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε
μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
ἀμβολάδην· φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν
κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.
τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ
δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.
οἶον δʼ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος
Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ
εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος
μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες
κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ
ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,
ὣς τότε κητείοισιν ὑπʼ ἄσθμασι χῶρος ἁπάντῃ
ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.
ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων
ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης
ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,
πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.

---

Oppian, Ἁλιευτικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0023.tlg001.local001/.
