# Ἁλιευτικά 5.646-680

Oppian, Ἁλιευτικά, Book 5, lines 5.646-5.680. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oppian/text/5.646

αὐτὰρ ὅ γʼ ἐς βυσσὸν προμολὼν ἐξέπτυσʼ ἀλοιφήν·
ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,
ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
πέτραις δʼ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται
ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·
καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,
ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.
αἶψα δʼ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ
ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις
σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν
αὐτίκʼ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δʼ ἄρʼ ἀνδρὶ
εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα
ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα
ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης
ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·
ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι
δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
πολλάκι δʼ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης
ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτʼ ἀνέσχε,
δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·
καί ῥʼ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον
κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,
οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·
οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον
ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται
λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
Τόσσʼ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.
σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,
πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,
αἰεὶ δʼ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,
γαίης δʼ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.

---

Oppian, Ἁλιευτικά, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0023.tlg001.local001/.
