Ancient Greek · ~8 min
IV, lines IV.96-IV.144
Oracula Sibyllina, Oracula IV.96-144
Not analysed yet
καὶ Κύρρον τότε λοιμὸς ὀλεῖ καὶ φύλοπις
αἰαῖ, Κύπρε τάλαινα, σὲ δὲ πλατὺ κῦμα θαλάσσης
κρύψει χειμερίῃσιν ἀναρριφθεῖσαν ἀέλλαις.
ἥξει δ' εἰς Ἀσίην πλοῦτος μέγας, ὅν
αὐτὴ συλήσασα πολυκτέανον κατὰ δῶμα
θήκατο· καὶ δὶς ἔπειτα τοσαῦτα καὶ ἄλλ' ἀποδώσει
εἰς Ἀσίην, τότε δ' ἔσται ὑπέρκτησις
Καρῶν δὲ πτολίεθρα παρ’ ὕδασι
ὅσσα πεπύργωνται περικαλλέα, πικρὸς ὀλέσσει
λιμός, ὅταν Μαίανδρος ἀποκρύψῃ μέλαν
ἀλλ’ ὅταν εὐσεβίης μὲν ἀπ' ἀνθρώπων
πίστις καὶ τὸ δίκαιον ἀποκρυφθῇ ἐνὶ κόσμῳ,
-~παλίμβολοι -~ἐπ' οὐχ ὁσίοισι δὲ τόλμαις
ζῶντες ὕβριν ῥέξωσιν, ἀτάσθαλα καὶ
εὐσεβέων δ΄ οὐδεὶς ποιῇ λόγον, ἀλλὰ καὶ αὐτούς
πάντας ὐπ' ἀφροσύνης μέγα νήπιοι ἐξολέσωσιν
ὕβρεσι χαίροντες καὶ ἐφ' αἵμασι
καὶ τότε γινώσκειν θεὸν οὐκέτι πρηΰν
ἀλλὰ χόλῳ βρύχοντα καὶ ἐξολέκοντα γενέθλην
ἀνθρώπων ἅμα πᾶσαν ὐπ' ἐμπρησμοῦ μεγάλοιο.
ἀ μέλεοι, μετάθεσθε, βροτοί, τάδε, τάδε, πρὸς ὀργήν
παντοίην ἀγάγητε θεὸν μέγαν, ἀλλὰ μεθέντες
φάσγανα καὶ στοναχὰς ἀνδροκτασίας τε καὶ ὕβρεις
έν ποταμοῖς λούσασθε ὅλον δέμας
χεῖράς τ' ἐκτανύσαντες ἐς αἰθέρα τῶν πάρος ἔργων
συγγνώμην αἰτεῖσθε καὶ εύλογίαις ἀσέβειαν
πικρὰν ἱλάσχεσθε· θεὸς δώσει μετάνοιαν
οὐδ' ὀλέσει· παύσει δὲ χόλον πάλιν, ἤνπερ ἅπαντες
εὐσεβίνη περιτιμον ἐνὶ φρεσὶν ἀσκήσητε.
εἰ δ' οὔ μοι πείθοισθε κακόφρονες, ἀλλ' ἀσέβειαν
στέργοντες τάδε πάντα κακαῖς δέξαισθε ἀκουαῖς,
πῦρ ἔσται κατὰ κόσμον ὅλον καὶ σῆμα
ῥομφαίᾳ σάλπιγγι, ἅμ ἠελίῳ ἀνιόντι·
κόσμος ἅπας μύκημα καὶ ὄμβριμον ἦχον ἀκούσει.
φλέξει δὲ Μόνα πᾶσαν, ἅπαν δ' ὀλέσει γένος ἀνδρῶν
καὶ πάσας πόλιας ποταμούς θ' ἅμα ἠδὲ
ἐκκαύσει δέ τε πάντα, κόνις δ' ἔσετ' αἰθαλόεσσα.
ἀλλ’ ὄταν ἤδη πάντα τέφρη σποδόεσσα γένηται
καὶ πῦρ κοιμήσῃ θεὸς ἄσπετον, ὥσπερ ἀνῆψεν,
ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν
μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἠσαν.
καὶ τότε δὴ κρίσις ἔσσετ', ἐφ΄ ᾑ δίκάσει θεὸς
κρίνων ἔμπαλι κόσμον· ὅσοι δ' ὑπὸ
ἥμαρτον, τοὺς δ' αὖτε χυτὴ κατὰ γαῖα καλύψει
Τάρταρά τ' εὐρώεντα μυχοὶ στύγιοί τε
ὅσσοι δ' εὐσεβέουσι, πάλιν ζήσοντ'
πνεῦμα θεοῦ δόντος ζωήν θ' ἅμα καὶ χάριν αὐτοῖς
εὐσεβέσιν· πάντες δὲ τότ' εἰσόψονται ἑαυτούς
νήσυμον ἠελίου τερπνὸν φάος εἰσορόωντες.