Ancient Greek · ~60 min
XIV.
Oracula Sibyllina, Oracula XIV..1
Not analysed yet
Ἀνθρωποι, τί μάτην ὡς ἀθάνατοί περ ἐόντες καὶ βραχὺ κοιρανέοντες ἄγαν ὑψηλὰ φρονεῖτε καὶ βασιλεύειν πάντες ὑπὲρ θνητοὺς ἐθέλοντες, οὐχὶ νοοῦντες, ὅτι φιλοκοιρανίην θεὸς αὐτός ἐχθαίρει, τὰ μάλιστα δ᾿ ἀπληστοκόρους βασιλῆας δεινοὺς δυσσεβέας, σκοτίην δ᾿ ἐπὶ τοῖσιν ἐγείρει· οὕνεκεν ἀντ᾿ ἀληθῶν ἔργων δικαίων τε λογισμῶν φάρεα πορφύρεα χλαίνας προύκριναν ἅπαντες τοὺς πολέμους ποθέοντες ὀιζύας τε φόνους τε· ὠκυμόρους θήσει θεὸς ἄφθιτος αἰθέρι ναίων τούτους ἐκπέρσας καὶ ἐπ᾿ ἄλλυδις ἄλλον ὀλέσσει. ἀλλ᾿ ὁπόταν ταύρων ὀλετὴρ ᾑ ἀλκὶ πεποιθώς ἠύκομος βλοσυρὸς ἥξῃ καὶ πάντας ὀλέσσῃ καὶ νομέας θραύσῃ, βίη* δ᾿ οὐκ ἔσσεται αὐτοῖς, εἰ μὴ ἄρ’ ὠκύτητι ποδῶν σκύλακες διὰ βήσσας εἰς ἔριν ἀντήσουσι διωκέμεναι μεμαῶτες· τὸν δὲ λέοντ᾿ ἐδίωξε κύων ὀλέκοντα νομῆας. καὶ τότ’ ἄναξ ἔσται τετρασύλλαβος ἀλκὶ πεποιθώς ἐκ μονάδος προφανείς· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης ἐξολέσει διὰ δῆριν ἀπληστοκόρων ἀνθρώπων. ἀρξουσιν μετέπειτ᾿ ἄλλοι δύο φῶτες ἄνακτες ἄμφω τεσσαράκοντ᾿ ἀριθμῶν· μεγάλη δ᾿ ἐπὶ τούτοις ἔσσεται εἰρήνη κόσμοιο* παντί τε δήμῳ καὶ θέμις ἠδὲ δίκη· τοὺς δ᾿ αὐ κορυθαίολοι ἄνδρες χρυσοῦ δευόμενοι καὶ ἀργύρου οὔνεκα τούτου δυσσεβέως κτείνουσιν ἐνὶ παλάμῃσι λαβόντες. καὶ τότε δ᾿ <αὐτ’> ἄρξει δεινὸς νέος κοίρανος ἑβδομήκοντ᾿ ἀριθμῶν, θυμοφθόρος αἴθων, ὃς λαὸν λαὸν ἀσεβῶς στρατιῇ παραδώσει κτεινόμενον κακότητι διὰ μῆνιν βασιλήων πρηνίξας πάσάν τε πόλιν κλεινήν τε Λατίνων. Ῥώμην δ᾿ οὐκέτι ἔστιν ἰδεῖν οὐδ’ ἔστιν ἀκούσαι οἵαν περ πρώην εἶδεν τοίαν παροδίτης*· πάντα γὰρ ἐν σποδιῇ τάδε κείσεται οὐδέ τις ἔργων ἔσται φειδωλή· ὅλος γὰρ ἐλεύσεται αὐτός οὐρανόθεν, πρηστῆρας ἀπ᾿ αἰθέρος ἠδὲ κεραυνούς ἀνθρώποις πέμψει θεὸς ἄμβροτος· οὓς μὲν ὀλέσσει σκηπτοῖς αἰθομένοις, οὓς δ᾿ αὐ κρυεροῖσι κεραυνοῖς. καὶ τότε δὲ κτανέουσιν ἀναιδέα κοίρανον αἰνόν νηπίαχοι Ῥώμης κρατερᾶς *Ῥώμης* τε Λατῖνοι. οὔτοι τεθνηῶτι κόνις περικείσετ᾿ ἐλαφρή, ἀλλὰ κυσὶν μέλπηθρα καὶ οἰωνοῖς τε λύκοις τε ἔσσεται, οὕνεκα δῆμον Ἀρήιον ἐξενάριζεν. τὸν μέτα τεσσαράκοντ’ ἀριθμῶν ἄρξει κλυτὸς ἄλλος Παρθολέτης Γερμανολέτης θῆρας καταλύσας δεινοὺς ἀνδροφόνους, οἳ ἐπ᾿ ὠκεανοῖο ῥοῇσιν ἠδὲ καὶ Εὐφράταο διηνεκέως ἐφέπουσιν. καὶ τότε δὴ Ῥώμη πάλιν ἔσσεται ὡς τὸ πρὶν ἠεν. αὐτὰρ ἐπὴν ἔλθῃσι μέγας λύκος ἐν δαπεδοῖς οἱς, κοίρανος ἐκ δυσμῶν ἐπιβὰς μετέπειτα θανεῖται Ἄρηι κρατερῶ δεδαϊγμένος ὀξέι χαλκῷ. καὶ τότε δ᾿ αὖτ᾿ ἄρξει καὶ] ὑπερμενέων Ῥωμαίων ἄλλος Ἄρης μεγάθυμος ἀπ᾿ Ἀσσυρίης ἀναδειχθείς γράμματος ἀρχομένου πολέμοισί τε πάνθ᾿ ὑποτάξει αὐτὸς καὶ στρατιῇσιν ὁμοῦ ἀρχὴν ἐπιδείξει καὶ θεσμοὺς θήσει· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης ἐξολέσει δολίοισιν ἐπὶ στρατιῇσι πεσόντα. τὸν μέτα τρεῖς ἄρξουσιν ὑπέρβιον ἠτορ ἔχοντες, ὃς μὲν ἔχων ἀριθμὸν μονάδος, δεκάδων δέ τε τρισσῶν εἷς, ἕτερος δὲ ἄναξ τε τριηκοσίοισι μεθέξει· σχέτλιοι, οἳ χρυσόν τε καὶ ἄργυρον ἐν πυρὶ πολλῷ χωνεύσουσι, ναῶν ἱδρύματα χειροποιήτων, καὶ στρατιαῖς δώσουσιν ὁπλιζόμενοι περὶ νίκης χρήματα, δασσόμενοι κειμήλια πολλὰ καὶ ἐσθλά· αἴσχεά τε μεμαῶτες ἴσως διαδηλήσονται, ἰοβόλους Πάρθους τε βαθυρρόου Εὐφράταο καὶ Μήδους ἐχθρούς τε καὶ ἁβροκόμους πολεμιστάς Μασσαγέτας Πέρσας τε, φαρετροφόρους ἀνθρώπους. ἀλλ᾿ ὁπόταν βασιλεὺς ἰδίῃ μοίρῃ καταλύσῃ λείψας ὁπλοτέροις σκῆπτρον βασιλήιον υἱοῖς καὶ θέμιν ἀντιβολῶν, οἳ δ᾿ αὐτίκα πατρὸς ἐφετμῶν λησάμενοι καὶ χεῖρας ἐφοπλίσσαντες Ἄρηι εἰς ἔριν ὁρμήσουσιν ὑπὲρ βασιληίδος ἀρχῆς. καὶ τότε μοῦνος ἄναξ ἀπὸ τριτάτων πάλιν ἄλλος ἄρξει καὶ ταχὺ μοῖραν ἐπόψεται δουρὶ βοληθείς. τὸν μέτα πολλοὶ ἔπειτα ἐπ᾿ ἀλλήλοισιν ὀλοῦνται ἴφθιμοι μέροπές τε ὑπὲρ βασιληίδος ἀρχῆς. εἰς δ᾿ ἄρξει μεγάθυμος ὑπερμενέων Ῥωμαίων πρέσβυς ἄναξ τετράδος καὶ πάντα καλῶς διαθήσει. καὶ τότε Φοινίκῃ πόλεμος καὶ δῆρις ἐσεῖται, ἡνίκ᾿ ἂν ἰοβόλων ἔλθῃ πέλας ἔθνεα Περσῶν. *αἶ πόσα προπέσεται ὑπὸ* ἀνδρῶν Σιδὼν καὶ Τρίπολις Βηρυτός θ’ ἡ μεγάλαυχος ἀλλήλας ὄψονται ἐν αἵματι καὶ νεκύεσσιν. τλήμων λαοδίκεια, σὺ δ᾿ ἀμφ᾿ αὐτῇ μέγαν αἴρῃ ἄπρηκτον πόλεμον διὰ δυσσεβίας ἀνθρώπων. αἰ, μέλεοι Τύριοι, τὸ κακὸν θέρος ἀμήσεσθε, ὁππόταν ἠέλιος φαεσίμβροτος ἤματι λείψῃ, δίσκος δ᾿ οὐ φαίνῃ, ψεκάδες δ᾿ ἥξουσ᾿ ἐπὶ γαῖαν πυκναὶ καὶ θαμέαι ἐξ οὐρανοῦ αἱματόεσσαι. καὶ τότε δὴ θάνεται βασιλεὺς προδοθεὶς ὑφ᾿ ἐταίρων. πολλοὶ δ᾿ αὖ μετὰ τοῦτον ἀναιδέες ἡγεμονῆες ἀλλήλους κτενέουσι κακὴν ἔριδα προφέροντες. καὶ τότε δ’ αὖτ᾿ ἔσται γεραρὸς πολύμητις ἀνάκτωρ οὔνομα πέντ᾿ ἀριθμῶν μεγάλαις στρατιαῖσι πεποιθώς, ὂν μέροπες στέρξουσι χάριν βασιληίδος ἀρχῆς· τοὔνομα δ᾿ ἐσθλὸν ἔχων ἐσθλοῖς ἔργοισι προσάψει. σῦμαδ δέ τοι ἔσται φοβερόν· τούτου κρατέοντος μεσσηγὺς Ταυροῦ τε νιφοβλήτοιό τ΄ Ἀμανοῦ ἐκ Κιλίκων γαίης μία τις πόλις ἐξαπολεῖται καλή τε βριαρή τε βαρυσθενέος ποταμοῖο. πολλοὶ δ’ αὖ σεισμοί τε] Προποντίδι καὶ Φρυγίαισιν ἔσσονται· βασιλεὺς <δὲ> κλυτὸς ἰδίης ὑπὸ τηκεδανῷ θανάτοιο νόσῳ ψυχὴν ἀπολέσσει. ἄρξουσιν μετὰ τόνδε δύο βασιλῆες ἄνακτες, ὃς μὲν τριηκοσίων ἀριθμὸν προφέρων, ὁ δὲ τρισσῶν· τοὔνεκα καὶ πολλοὺς ὑπὲρ ἄστεος ἐξολοθρεύσει Ῥώμης ἑπταλόφου δὲ] διὰ κρατερὴν βασιλείαν῍ καὶ τότε συγκλήτῳ κακὸν ἔσσεται οὐδὲ φυγεῖται χωομένου βασιλῆος ἐπ᾿ αὐτῇ θυμὸν ἔχοντος. σῆμ’ ἔσται παρὰ πᾶσιν ἐπιχθονίοις ἀνθρώποις· πλειότεροί θ᾿ ὑετοὶ νιφάδες ἔσονται*, χάλαζα ἐξολέσει ληίων καρποὺς ἐπ᾿ ἀπείρονα γαῖαν. αὐτοὶ δ᾿ αὖτε πεσοῦνται ἐνὶ πολέμοισι δαμέντες Ἄρηι κρατερῷ πολέμου χάριν Ἰταλιήων. καὶ τότε δ᾿ αὖτ’ ἄρξει βασιλεὺς πολυμήχανος ἄλλος συλλέξας πᾶσαν στρατιὴν καὶ χρήματα νείμας χαλκεοθώρηειν πολέμου χάριν· αὐτὰρ ἔπειτα Νεῖλος ὑπὲρ Λιβύην πουλύσταχυν ἠπείροιο* ἀρδεύσει δύ᾿ ἔτη τὸ μέλαν πέδον Αίγύπτοιο χώρην τ᾿ ἀροσίμην· λιμὸς δὲ τὰ πάντα καθέξει κοὶ πόλεμος λῃσταί τε φόνοι τ’ ἀνδροκτασίαι τε. πολλαὶ δ᾿ αὐτε πόλεις ὑπ᾿ ἀνθρώπων πολεμιστῶν πρηνισμοῖς ἀπολοῦνται ὑπὸ στρατιῆς παλαμάων· αὐτὸς δ᾿ αὐ πέσεται προδοθεὶς αἴθωνι σιδήρῳ. τὸν μέτα τριηκοσίων ἀριθμῶν ὅς τ᾿ ἔλλαχεν ἀρχήν Ῥωμαίων ἄρξει καὶ] ὑπερμενέων ἀνθρώπων· ἐκτανύσει λόγχην θυμοφθόρον Ἀρμενίοισιν Πάρθοις Ἀσσυρίοισι μενεπτολέμοισί τε Πέρσαις. καὶ τότε δ᾿ αὖ Ῥώμης κτίσις ἔσσεται ἀγλαοτεύκτου χρυσῷ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι κόσμῳ ἐπαιρομένης· πουλὺς δέ τε λαὸς ἐν αὐτῇ ἀντολίης πάσης ἠδ᾿ ἑσπερίης πολυόλβου οἰκήσει· βασιλεύς τε νόμους ἑτέρους ἐπὶ ταύτῃ θήσει· τὸν μετὰ δ’ αὖτις ἀπειρεσίῃ ἐνὶ νήσῳ δέξεται οὐλόμενος θάνατος καὶ μοῖρα κραταιή. ἄρξει δ᾿ ἄλλος ἀνὴρ τριάδων δέκα θηρὶ ἐοικώς εὐχαίτῃ βλοσυρῷ, ὃς ἀφ᾿ Ἑλλήνων γένος ἔσται. καὶ τότε δὴ Φθίης πολυτρόφον ἄστυ Μολοσσῶν καὶ Λάρισσα κλυτὴ καὶ ἐπ᾿ ὀφρύσι Πηνειοῖο καὶ τότε δ᾿ ἱπποβότου Σκυθίης ἐπανάστασις ἔσται. καὶ πόλεμος δεινὸς Μαιώτιδος ὕδασι λίμνης ἔσται, ἐπὶ προχοαῖσι παρ᾿ ὑστάτιον στόμα πηγῆς Φάσιδος ὑγροκόμοιο κατ᾿ ἀσφοδελὸν λειμῶνα· πολλοὶ δὴ πεσέονται ὑπὸ κρατερῶν πολεμιστῶν. αἶ μέλεοι, χαλκῷ ὁπόσους παραλήψεται Ἄρης. καὶ τότε δὴ βασιλεὺς Σκυθικὸν γένος ἐξαλαπάξας θνήξεται εἰν ἰδίῃ μοίρῃ βίοτον ἀναλύσας. ἄλλος δ’ αὐτ᾿ ἄρξει τετράδος μετέπειτ᾿ ἀναδειχθείς δεινὸς ἀνήρ, ὃν πάντες, ὅσοι πίνουσι πάχιστον Ἀρμένιοι κρύσταλλον ἄγαν ἄγαν ῥείοντος Ἀράξεω, δείσουσιν πολέμοισιν, ἀτὰρ Πέρσαι μεγάθυμοι. μεσσηγὺς Κόλχων τε πολυσθενέων τε Πελασγῶν ἔσσονται πόλεμοι δεινοί τ᾿ ἀνδροκτασίαι τε. καὶ Φρυγίη γαίη τε Προποντίδος ἄστεα γαίης φάσγανά τ᾿] ἐκ κολεῶν ἀμφήκεα γυμνώσαντες ἀλλήλους κόψουσι διὰ δυσσεβίας ἀλεγεινάς. καὶ τότε δὴ μέγα σῆμα θεὸς μερόπεσσι βροτοῖσιν οὐρανόθεν δείξει περιτελλομένοις ἐνιαυτοῖς, φάλκην, ἐσσομένοιο τέρας πολέμοιο κακοῖο. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, ἀλλὰ θανεῖθ᾿ ὑπὸ χειρὶ δαμεὶς αἴθωνι σιδήρῳ. τὸν μέτα πεντήκοντ᾿ ἀριθμῶν ἄρξει πάλιν ἄλλος ἐξ Ἀσίης προφανείς, δεινὸς φόβος, ἀγχιμαχητής· καὶ θήσει πόλεμον καὶ ἐπ᾿ ἀγλαὰ τείχεα Ῥώμης, Κόλχοις θ’ Ἡνιόχοις τε γαλακτοπόταις <τ’> Εὐξείνῳ πόντῳ, Θρῄκης ψαμαθώδεϊ κόλπῳ. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χείρας, ὂν καὶ τεθνηῶτα νέκυν διαδηλήσονται· καὶ τότε δὴ βασιλῆος ὀλωλότος ἔσσετ’ ἐρήμη Ῥώμη κυδιάνειρα, πολὺς δέ τε λαὸς ὀλεῖται. καὶ τότε δ᾿ αὐτ᾿ ἄρξει ἀπ᾿ ε Αἰγύπτοιο μεγίστης δεινὸς καὶ φοβερός, Πάρθους δ᾿ ὀλέσει μεγάθύμους Μήδους Γερμανούς τε Βοοσπορίδας τ’ Ἀγαθύρσους Βρεττανοὺς *Περμανίους* φαρετροφόρους τ᾿ Ἴβηρας Μασσαγέτας σκολιοὺς Πέρσας θ᾿ ὑπερηνορέοντας. καὶ τότε Ἑλλάδα πᾶσαν ἐσόψεται ἀγλαὸς ἀνήρ *ἐχθαίρων* Σκυθίῃ καὶ Καυκάσῳ ἠνεμόεντι. σῆμα δέ τοι ἔσται κρατερόν· τούτου κρατέοντος οὐρανόθεν στέφανοι μεσημβρίης τε καὶ ἄρκτου ἀστράσι φαινομένοις πανομοίιοι ἀντείλωσιν. καὶ τότε παιδὶ ἑῷ λείψει βασιλήιον ἀρχήν στοιχείου ἀρχομένου γὰρ], ἐπὴν ἰδίῃ ἐνὶ μοίρῃ βήσεται εἰν Ἀίδαο δόμοις βασιλεὺς ἀγαπήνωρ. ἀλλ᾿ ὁπόταν ἄρχῃ τούτου παῖς ἐν χθονὶ Ῥώμης ἐκ μονάδος προφανείς, ἔσται κατὰ γαῖαν ἅπασαν εἰρήνη μεγάλη πολυήρατος· ὃς τε λατῖνοι στέρξουσιν βασιλῆα ἑοῦ πατρὸς εἵνεκα τιμῆς· ὂν σπεύδοντα μολεῖν καὶ ἐπ᾿ ἀντολίην <τε> δύσιν Ῥωμαῖοι σχήσουσι καὶ οὐκ ἐθέλοντα πρὸς οἵκοις Ῥώμης κοιρανέονθ᾿, ὅτι δὴ φίλος ἔπλετο πᾶσιν θυμὸς ὑπὲρ βασιλῆος ἀγακλυτοῖο ἄνακτος. ἀλλὰ μινυνθάδιόν μιν ἀφαρπάξει βιότοιο οὐλόμενος θάνατος προδοθέντ᾿ ἰδίῃ ἐνὶ μοίρῃ. ἄλλοι δ᾿ αὐ μετέπειτα πάλιν κρατεροὶ πολεμισταί ἀλλήλους κόψουσι κακὴν ἔριδα προφέροντες, οὐ βασίλειον ἔχοντες ἀνάκτορον, ἀλλὰ τυράννων. πολλὰ δὲ δὴ τελέσουσι κακὰ κόσμῳ ἔνι παντί, Ῥωμαίοις δὲ μάλιστα μέχρις τριτάτου Διονύσου, ἄχρις ἀπ᾿ Αἰγύπτου κεκορυθμένος ἵξεται Ἄρης. ὂν Διόνυσον ἄνακτα μετωνυμίην καλέουσιν. ἀλλ’ ὁπόταν φόνιός τε λέων φονίη τε λέαινα πορφύρεον ῥήξουσι κλυτὸν βασιλήιον εἱμα, *πνεύμονι συμμάρψουσιν ἐπειγομένης βασιλείης*· καὶ τότε δ’ ἁγνὸς ἄναξ, ὅς τ᾿ ἔλλαχε γράμματος ἀρχήν, ἐχθροὺς ἡγεμονῆας *ἀμειψάμενος* περὶ νίκης φέρβεσθαι σκυλάκεσσι καὶ οἰωνοῖσι μεθήσει. αἰαῖ σοι, πυρίκαυστε πόλις, μεγαλόσθενε Ῥώμη, ὁππόσα δεῖ σε παθεῖν, ὁπόταν τάδε πάντα γένηται. ἀλλὰ μέγας βασιλεὺς ὁ περίκλυτος ἀμφὶς ἔπειτα χρυσῷ τ’ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι ἐξεγερεῖ πᾶσάν σε καὶ ἐν κόσμῳ προτερήσεις κτήμασι καὶ ναοῖς ἀγοραῖς πλούτοις σταδίοις τε· καὶ τότε δ’ αὖτις ἔσῃ πᾶσιν φῶς, ὡς τὸ πρὶν ἠσθα. αἶ, μέλεοι Κέκροπες Καδμεῖοι ἠδὲ λάκωνες, οἳ περὶ Πηνειόν τε βαθύσχοινόν τε Μολοσσόν Τρίκην Δωδώνην τε καὶ ὑψίδμητον Ἰθώμην αὐχένα Πιερικόν τε, μέγαν περὶ ῥίον Ὀλύμπου, Ὀσσαν Λάρισσάν τε καὶ ὑψίπυλον Καλυδῶνα. ἀλλ᾿ ὁπόταν μέγα σῆμα θεὸς μερόπεσσι ποιήσῃ, ἡμερίην σκοτόεσσαν ἀμολγαίην περὶ κόσμον, καὶ τότε σοι, βασιλεῦ, τέλος ἔσσεται, οὐδὲ φύγοις ἄν ὀξὺ κασιγνήτοιο βιὸν βεβολημένον ἐς σέ. καὶ τότε δ᾿ αὐτ᾿ ἄρξει θυμοφθόρος ἄσπετος αἴθων ἐκ γενετῆς βασιλῆος, ὃς Αἰγύπτου γένος ἕξει, ὁπλότερος μέν, πολλὸν ἀρειότερος δὲ συναίμου, ὀγδοήκοντ᾿ ἀριθμῶν ὃς ἔλλαχεν ἔντυπον ἀρχήν· κοὶ τότε δ᾿ ἀθανάτοιο θεοῦ θυμαλγέα μῆνιν κόσμος ἅπας κόλποις ὑποδέξεται εἵνεκα τιμῆς· έ)σται γὰρ μερόπεσσιν ἐφημερίοις ἀνθρώποις λιμοὶ καὶ λοιμοὶ πόλεμοί τ᾿ ἀνδροκτασίαι τε κοὶ σκότος ἀκάματον καὶ] ἐπὶ χρόνα μητέρα λαῶν ἠδ᾿ ἀκαταστασίη καιρῶν καὶ ἀμείλιχος ὀργή οὐρανόθεν σεισμοί τε κεραυνοί <τε> καὶ λάινοι ὑετοὶ καὶ αὐχμηραὶ ψεκάδες <τε> σείετο δ᾿ αὐ Φρυγίης γαίης αἰπεινὰ κάρηνα, σείοντο Σκυθικῶν ὀρέων πόδες, ἔτρεμεν ἄστη, ἔτρεμε δὲ χθὼν πᾶσα μετὰ σφίσιν Ἑλλάδος αἵης. Πολλαὶ δ’ αὖτε πόλεις τε θεοῦ μέγα θυμήναντος πρηνισμοῖσι πέσονται ὑπ᾿ αἰθαλόεσσι κεραυνοῖς καὶ κοπετοῖς, κοὐκ ἔστι φυγεῖν χόλον οὐδ’ ὑπαλύξαι. καὶ τότε δ᾿ αὖ πέσεται βασιλεὺς στρατιῆς ὑπὸ χειρός βληθεὶς οἷά περ οὔτις ὑπὸ σφετέρων ἀνθρώπων. τὸν μέτα λατίνων πολλοὶ πάλιν ἐξεγεροῦνται ἄνδρες πορφυρέην λώπην ἀμφειμένοι ὤμοις, οἳ κλήρῳ στέρξουσι λαβεῖν βασιλήιον ἀρχήν. καὶ τότε τρεῖς βασιλεῖς ἐπ᾿ ἀγλαὰ τείχεα Ῥώμης ἔσσονται, δύο μὲν πρῶτον κατέχοντες ἀριθμόν, εἷς δὲ φέρων νεῖκος τὸ μετώνυμον δἷά περ οὐδείς· στερξουσιν Ῥώμην αὐτοὶ καὶ κόσμον ἅπαντα κηδόμενοι μερόπων· ἄνυσις δ᾿ οὐκ ἔσσεται αὐτοῖς· οὐ γὰρ ἔφυ κόσμῳ θεὸς ἵλαος οὐδὲ μὲν ἔσται ἥμερος ἀνθρώποις, ὅτι δὴ κακὰ πολλὰ ἔοργαν. τοὔνεκεν αὐ βασιλεῦσιν ἀεικέα θυμὸν ἐποίσει παρδαλίων τε λύκων πολὺ χείρονα· τοὺς γὰρ ἀφειδῶς χαλκεοθώρηκες παλάμαις ἰδίαισι λαβόντες ἀπρήκτως δμηθέντας ἀνάλκιδας οἷα γυναῖκας ἐξολέσουσιν ἄνακτας ἐπὶ σκήπτροισιν ἐοῖσιν. αἶ, μέλεοι Ῥώμης ἐρικυδέος ἔξοχοι ἄνδρες, ψευδαπάταις ὅρκοισι πεπεισμένοι ἐξαπολεῖσθε. καὶ τότε δὴ πολλοὶ δορυκοίρανοι οὐ κατὰ κόσμον φῶτες ἐφορμηθέντες ἀφαιρήσουσι γενέθλας αἵματι πρωτογόνων ἀνδρῶν . . . . . . . δὶς τοίην δ᾿ οὐ πρῶτον ἄγειν οἰκτρὴν τότε δαίμων*, πάντας δ’ ἀνθρώπους ἰδίοις ἔργοισιν ὀλέσσει. ἀλλὰ πάλιν θεὸς ἄξει ἀναιδέα θυμὸν ἔχοντας εἰς κρίσιν ἐλθέμεναι, ὅσσοι κακὰ τεκμήραντο· αὐτοὶ* ἐπιφράσσονται, ἐν ἀλλήλοισι βαλόντες, αὐτὴν *εἰσοικρίσιν* ἐφιέμενοι κακότητος. a <ἄστρα πεσεῖται ἅπαντα θαλάσσης πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην <ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. ἡνίκα δ᾿ αὖ χρησμοὺς συνάγει πολλοὺς περὶ* νήσων φραζόμενοι* ξείνοισι μάχην καὶ δηιοτῆτα ἀργαλέην τ᾿ ἄτην ἱερόν*, λέξει δὲ τάχιστα πυροὺς καὶ κριθὰς συνάγειν ἐν δώμασι Ῥώμης εἰς ἄφενον σπεύδοντι ἐπὶ δυοκαίδεκα μῆνας. καί τε ταλαίπωρος πόλις ἔσσεται ἤμασι κείνοις, εὐθὺς δ᾿ εὐδαίμων πάλιν ἔσσεται οὐ κατὰ μικρόν· ἡσυχίη δ᾿ ἔσται, ὁπόταν τὸ κρατοῦν ἀπόληται. καὶ τότε Λατίνων γενεὴ πύματος βασιλεύων ἔσται *καὶ* βασιλεία μετ αὐτὴν παῖδες καὶ παίδων γενεὴ ἀσάλευτος ὑπάρξει· ἔσται γὰρ γνωστή οἱ*, ἐπεὶ θεὸς αὐτὸς ἀνάσσει. ἔστι δέ τις γαίη φίλη τροφὸς ἀνθρώποισιν κειμένη ἐν πεδίῳ, περὶ δ᾿ αὐτὴν Νεῖλος ὁρίζει πᾶσαν ἐπουρίζων Λιβύην ἠδ᾿ Αἰθιοπίαν, καὶ Σύροι ἁρπάζουσιν ἐφήμεροι ἄλλοθεν ἔλλος πᾶσαν ἀπαρτίην τῆσδ’ ἐκ γῆς· ᾗ μέγας ἔσται κεδνὸς ἄναξ βασιλεὺς *παίδων καὶ φώτεσι πέμπων*. καὶ δεινὸν φρονέων περὶ δεινοτάτοις ἐπὶ πᾶσιν, Ἰταλίης πάσης μεγαλόφρονος οἷσιν* ἀρωγόν καρτερόν· ἡνίκα δ’ Ἀσσυρίης ἐπὶ οἴνοπα πόντον ἔλθῃ καὶ Φοίνικας ἑοῖς οἴκοις δ᾿ ἀλαπάξει δησόμενος πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνήν, τῶν τῶν κοιρανιῶν γαίης εἷς κοίρανος ἔσται. νῦν δὲ τέλος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω· οἱ δ᾿* ἱερὴν Αἴγυπτον ἀπήμονα τὴν ἀσάλευτον βάρβαροι οἰκήσουσιν, ὅταν φθόνος ἔκποθεν ἔλθῃ· <ἀλλ’ ὅταν ἀλλάξῃ καιροὺς θεὸς . . . . . . . . . χεῖμα θέρος ποιεῖ, τότε θέσφατα πάντα τελεῖται. ἀλλ᾿ ὁπόταν τρεῖς παῖδες Ὀλύμπια νικήσωσιν, κἂν μὲν δὴ φράζωσι θεόκλυτα θέσφατα λέξῃ, αἵματι τετράποδος γαλαθηνοῦ πρῶτα καθήρη*, τρὶς τοίνυν Ὕψιστος ἄγοι μοίρηνβ τότε δεινήν ,οὔ γ’ ἂν πενθαλέον* δόρυ μακρὸν πᾶσι τανύσῃ, αἱμα πολὺ ῥεύσει τότε βάρβαρον ἐν κονίῃσιν, ξείνοις ἀξείνοισιν ὅταν πόλις ἐξαλαπαχθῇ. ὄλβιος ὃς τέθνηκε καὶ ὄλβιος ὅστις ἄτεκνος· τὸν γὰρ δὴ* δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει ὁ πρὶν ἐλευθερίῃσιν ἐπώνυμον ἡγεμονήσας, βουλὰς ἔμπροσθεν μὲν ἀοίδιμον οὗτος ἑλίσσων· τοίην δουλοσύνην θήσει πολύεδρον* ἀνάκτωρ. καὶ τε δὴ Σικελῶν στρατὸς αὐτίκα δύσμορος ἥξει δεῖμα φέρων, ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ· καρπὸν ἐπὰν φύσωσι, διατμήξουσιν ἀρούρας. τοῖς κακὸν ἀντ᾿ ἀγαθοῦ δόσει θεὸς ὑψικέραυνος· ξεῖνος ξεῖνον ἀεὶ προνομεύσει χρυσὸν ἀπεχθῆ. αὐτὰρ ἐπὴν δὴ πάντες ἐπόψονθ’ αἷμα λέοντος ὠμοβόρου, φονία τ᾿ ἐπὶ σώματι ἥξει* λέαινα* αὐτοῦ κὰκ κεφαλῆς, σκῆπτρον δ᾿ ἀπορίψει ἀπ᾿ αὐτοῦ. ὡς δ᾿ ὁπόταν ἐν δαιτὶ φίλῃ γεύσωνται ἅπαντες λαοὶ ἐν Αἰγύπτῳ, τελέουσι δὲ καρτερὰ ἔργα, ἄλλος δ᾿ ἄλλον ἔρυκε, πολὺς δ᾿ ἀλαλητὸς ἐν αὐτοῖς· ὣς αὔτως καὶ τάρβος ἐπέσσεται ἀνθρώποισιν μαινομένης ἔριδος, πολλοὶ δ᾿ ἀπόλοιντο καὶ ἄλλοι ἀλλήλους κτείνοντες ὑπὸ κρατερῆς ὑσμίνης· καὶ τότε κυανέαις φολίσιν πεπυκασμένος ἥξει· ἥξουσιν δύο ἄλλοι ὁμόρροθοι ἀλλήλοισιν καὶ τρίτατος αὐτοῖσι κριὸς μέγας ἐκ Κυρήνης, ὃν πρὶν ἔλεξα φυγόντα μάχης παρὰ χεύμασι Νείλου· ἀλλ’ οὐδ᾿ ὣς ἄπρηκτον ὁδὸν τελέουσιν ἅπαντες. καὶ τότε μὲν μεγάλων περιτελλομένων ἐνιαυτῶν ἔσσονται μήκη πολυήσυχα· αὐτὰρ ἔπειτα θήσετ’ ἐν Αἰγύπτῳ πόλεμος πάλι δεύτερος αὐτοῖς, ναυμαχίη δ᾿ ἔσται, νῖκος δ᾿ οὐκ ἔσσεται αὐτοῖς. ὠ μέλεοι, χείρωμ᾿ ἔσται πόλεως ἐπισήμου, καὶ πολέμοις σκύλευμα γενήσεται οὐκ ἐπὶ δηρόν. καὶ τότε δὴ χώρης πολλῆς ὁμοτέρμονες ἄνδρες φεύξονται δειλοί, πολιοὺς δ᾿ ἄξουσι τοκῆας. καὶ πάλιν ἐγκύρσουσι παῖδα* μέγα νῖκος ἔχοντες, Ἰουδαίους* ὀλέσουσι μενεπτολέμους ανθρώπους, ἄχρις ἁλὸς πολιῆς κεραίζοντες πολέμοισιν, ποιμένες *ἀμφότεροι*, περὶ πατρίδος ἠδὲ τοκήων. θήσει δὲ* φθιμένοισι τροπαιοφόρων γένος ἀνδρῶν. αἶ, ὁπόσοι φῶτες περὶ κύματα νηχήσονται· πολλοὶ γὰρ κείσονται ἐπὶ ψαμαθώδεας ἀκτάς · ξανθὰ καρηνα πέσονται ὑπ᾿ Αἰγυπτίων πετεηνῶν· δὴ τότε τῶν Ἀράβων* μετελεύσεται αἷμα βρότειον. ἀλλ᾿ ὅταν αὐτε λύκοι κυσὶν ὅρκια πιστώσωνται νήσῳ <ἐν> ἀμφιρύτῃ, πύργων τότ᾿ ἀνάστασις ἄνδρες <δ’> οἰκήσουσι πόλιν τὴν πολλὰ οὐκέτι γὰρ δόλιος χρυσὸς οὐδ᾿ ἄργυρος ἔσται, οὐ κτῆσις γαίης, οὐ δουλείη πολύμοχθος· ἀλλὰ μίη φιλότης τε καὶ εἷς τρόπος εὔφρονι δήμῳ· κοινὰ δὲ πάντ᾿ ἔσται καὶ φῶς ἴσον ὲν βιότοιο. ἐν γαίῃ κακίη καταδύσεται εἰς ἅλα δῖαν. καὶ τότε δ᾿ ἐγγὺς ἔην τὸ θέρος μερόπων ἀνθρώπων. ταῦτα τελεσθῆναι κρατερὴ ἐπικείσετ᾿ ἀνάγκη. οὐ λέξει τότε τις συμβλήμενος ἄλλος ὁδίτης, ὣς ῥά ποτ’ ἀμπαύσει μερόπων γένος ὀλλυμένων περ. καὶ τότε δ᾿ ἁγνὸν ἔθνος πάσης γῆς σκῆπτρα κρατήσει εἰς αἰῶνας ἅπαντας ἅμ ἰφθίμοισι τοκεῦσιν.