# Libri Ad Eunapium (Lib. 1-4) 593.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 593.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/593.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/593.1

καὶ ῥώμην παρέχει· τούτων μὲν οὖν τῶν ἀγαθῶν ὁ μέτρω 2 πινόμενος αἴτιος γίνεται· τῶν δὲ ἐναντίων ὁ ἄμετρος. Διὰ τοῦτο οἱ μεθυσθέντες παρίενται τε καὶ παρανοοῦσι καὶ καταφορικοὶ γίνονται· διὸ φεύγειν χρὴ τὴν εἰς τοσοῦτον ἄμετριαν τῆς τοῦ οἴνου 3 πόσεως. Διὰ χρόνου δὲ πλείονος ἐπιεικῶς συμφέρει πίνειν· τὴν τε γὰρ διὰ οὐρῶν κάθαρσιν δαψιλῆ κινεῖ καὶ ἰδρώτας προχεῖ· κάλλιον δὲ ἐπὶ τούτοις καὶ ἐμεῖν, μελικράτου προσλαβόντας, 4 ὡς μηδὲ μικρὸν ὑπ’ αὐτοῦ βλαβῆναι. Καθωνιζόμενος δὲ τις τῆς μὲν ἄλλης τροφῆς μὴ ἄγαν ἐμπιπλάσθω· πίνων δὲ ἐν τῷ μεταξὺ κράμβην ἐφθην ἐσθιέτω· καὶ τραγημάτων γευσάτω, καὶ μᾶλλον τῶν 5 ἀμυγδαλῶν· ταῦτα γὰρ καὶ τὰς κεφαλαλγίας κουφίζει καὶ τοῖς ἐμοῦσι οὐδαμῶς ἐστὶ λυπηρά. Καλλιστον δὲ καὶ τοῦ ἄψινθίου τὸ ἀπόβρεγμα πρὸ τῶν ποτῶν λαμβάνειν· σᾶνυ γὰρ ἐστιν ἀχραιπά- 6 λωτον. Εἰ δὲ καὶ δάκνουντό τινες ὑπὸ τοῦ οἴνου, ψυχρὸν ὕδωρ ἐπιρροφεῖν, τῇ δὲ ὑστεραία πάλιν τοῦ ἄψινθίου πίνειν· περιπάτοις

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
