# Libri Ad Eunapium (Lib. 1-4) 599.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 599.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/599.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/599.1

τινὰ δὲ γλίσχρα ὡς μαλάχη· τισὶ δὲ ἄμφω συμβέβηκε παχυχύμους τε εἶναι καὶ γλίσχρους ὥσπερ τοῖς ὀστρακοδέρμοις. Ἀσφαλεστέρα τοίνυν ἔσθ᾽ ἡ λεπτύνουσα δίαιτα πρὸς φυλακὴν ὑγείας τῆς παχυνούσης μᾶλλον· ὀλιγότροφος δὲ οὖσα τόνον οὐκ ἐντίθησιν οὐδὲ ῥώμην τοῖς σώμασι· καὶ χρὴ πότε καὶ τῶν πολυτρόφων προσφέρεσθαι μετρίως ἵνινα τις ἔνδειας ἀντιλαμβάνεται· μάλιστα δὲ ἂν ἀκινδύνως μεταλαμβάνοιεν αὐτῶν, οἱ γυμνασίους τε προσέχοντες καὶ [οἱ] καθεύδοντες ἐπὶ ὅσον ἂν βούλοιντο. Πάντες δὲ ὅσοι πρὸ τῶν σιτίων οὐχ οἷοί τε εἰσὶ γυμνάζεσθαι, φευγέτωσαν τὰς παχυχύμους τροφάς· ἄργοι δὲ μηδὲ οὗτοι ταῖς τροφαῖς προσιέτωσαν· μέγιστον γὰρ κακὸν εἰς τὴν τῆς ὑγείας φυλακὴν ἡ σαντελὴς ἄργια καθεσίληκεν, ὥσπερ γε ἡ σύμμετρος κίνησις μέγιστον τῶν ἀγαθῶν. Τὰ δὲ μεταξὺ τῶν παχνούντων καὶ λεπτυνόντων ἔδεσματα κάλλιστα πάντων ἐστὶ σύμμετρον αἷμα γεννῶντα κατὰ σύστασιν· καταλληλος μὲν οὖν ἡ τοιαύτη τοῖς σώμασι τροφὴ ἡμῶν ἐστὶ· βλαβερά δὲ ἡ κακόχυμος, ἣν ἀεὶ χρὴ φεύγειν. Φυλάττεσθαι δὲ καὶ τὴν ψοιμι-

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
