# Libri Ad Eunapium (Lib. 1-4) 607.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 607.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/607.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/607.1

ὁρμὰς ἐπέχει· διόπερ οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα, πρὸς ἀγνεῖαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποσῤῥαννύμενα· καὶ πρὸς ἧπαρ καὶ σπλήνα σκιρρόμενα τε καὶ ἐμφραττόμενα, τὸ 2 σπέρμα μᾶλλον ἀρμόττει τοῦ σπηγάνου. — Ἁγρώσλεως ἡ ῥίζα μετριῶς ἐστὶ ψυχρὰ καὶ ξηρά, καὶ διὰ τοῦτο κολλητικὴ τῶν ἐναιμῶν 3 ἐλκῶν. Αὕτη δὲ ἡ σπῶα καταπλατισμένη ψύχει μὲν, οὐχ ἰσχυρῶς· 4 ξηρότης δὲ καὶ ὑγρότης ἐν τῷ μέσῳ καθέστηκε. Τὸ δὲ ἐν τῇ ῥίζῃ δακνωδὲς τε καὶ λεπτομερὲς ἐστὶ μὲν ὀλίγον· εἴωθε δὲ ἐνίοτε 5 καὶ λίθους ἐρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι. — Ἁγαρικὸν διαφέρει, καὶ σάχος τέμνει· διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις 6 ἐμφράξεις· καὶ διὰ τοῦτο καὶ ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπὶ ἐμφράξει τῶν κατὰ ἧπαρ συνισταμένων. Ὀνίνησι δὲ καὶ τοὺς ἐπιληπτικοὺς καὶ τὰ ρίγη τὰ κατὰ περιόδον, ὅσα σαχέων ἢ γλίσχρων χυμῶν 7 ἐστὶν ἐγκόνα. — Ἁδίαντον ξηραίνει, λεπτύνει, διαφέρει· καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστίγματα διαφέρει· καὶ λίθους ἐρύπτει πινόμενον· καὶ ταῖς ἐν θώρακος καὶ πνεύμονος ἀναγογαῖς τῶν γλίσχρων καὶ σαχέων οὐ σμικρὰ συντελεῖ· καὶ ρέυμα 8 κοιλίας ἰσῤῥησι. Μέσον δὲ ἐστὶ κατὰ θερμότητα καὶ ψυχρότητα τὴν 9 κράσιν. — Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν· τὰς γοῦν σκληρυνομένας φλεγμονὰς καὶ αἰγίλοπας καὶ ἀλωπεκίας ἰᾶται. — Ἁείζων 10 ἐκάτερον καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν σφάδως· κρατεῖ δὲ ἐν αὐτῷ ἡ ὑδατώδης μᾶλλον οὐσία καὶ ψύχει σφοδρῶς· ταῦτα ἄρα καὶ πρὸς ἐρυσιπελάτα καὶ ἔρπητας· καὶ πρὸς τὰς ἐν ρεύματος 11 φλεγμονὰς ἀρμόττει. — Αἴρα θερμαίνει καὶ ξηραίνει σφοδρῶς καὶ 12 δραστικῶς ὡς ἐγγὺς εἶναι τῶν δριμέων. Ἐπράνει δὲ ἰκανῶς. — Αἰγείρου τὰ ἄνθη θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ μετριῶς· ἐστὶ 13 δὲ καὶ λεπτομερής. Ἡ ῥητίνη δὲ αὐτῆς θερμότερας δυνάμεώς ἐστιν. 14 — Ἁχανία ξηραίνει μὲν σφοδρῶς, ψύχει δὲ ἰκανῶς ἐπειδὴ ἂν ὠλυνθῇ· μὴ ὠλυνθεῖσα δὲ μετριῶς· οὐκ οὖσα γὰρ ὁμοιομερὴς ἔχει τινὰ μόρια

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
