# Libri Ad Eunapium (Lib. 1-4) 616.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 616.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/616.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/616.1

καὶ μᾶλλον ὁ Σάμιος ἀσλίηρ καλούμενος, χρήσιμος εἰς τὰς τοῦ αἵματος ψιλύσεις, ὅθεν ἂν γινόμεναι τύχωσιν, ὥσπερ καὶ ἡ Λημνία σφραγίς. Ὠφελοῦσι δὲ καὶ τὰς ἐκ μήτρας αἱμορρύγιας καὶ τὰς δυσεντερικὰς ἑλκώσεις, πρὶν σπηεδονώδεις γενέσθαι. Ἡ δὲ Σαμία καὶ παρηγορεῖ φλεγμονὰς, μάλιστα [δὲ] τὰς ἐν τιτθοῖς καὶ ὄρχεσι καὶ πᾶσι τοῖς ἀδενώδεσι. Χρῆ δὲ λειοῦν αὐτὴν μετὰ ὕδατος, εἶτα οὕτως μιγνύνειν ῥόδινον τοσοῦτον ὅσον τὸ μιχθὲν οὐκ ἔδει ξηρανθῆναι τὸ φάρμακον· ἀγαθὸν γὰρ τὸ οὕτως σκευασθὲν ὅπου μετρίως ψύξαι βουλόμεθα μετὰ τοῦ παρηγορεῖν, ὡς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν εἶναι μετρίως ψυκτικήν. Ῥυπικαὶ δὲ εἰσὶ μετρίως ἢ τε Σε-λινουσία καὶ ἡ Χία· διὸ καὶ τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται.—Γίγαρτα ξηραίνει μὲν ἰκανῶς, ψύχει δὲ μετρίως καὶ σλῦφει· διὸ καὶ πᾶσι τοῖς κατὰ γαστέρας πάθεσι τοῖς ῥοώδεσιν ἰκανῶς ἀρμόττει.—Γλαύκιον σλῦφει καὶ ψύχει σαφῶς, ὥστε θερ-πεύειν καὶ ἐρυσιπέλατα ὅσα γε μὴ ἰσχυρά.—Γλήχων θερμαίνει καὶ λεπλύνει σφοδρῶς· τὰ γοῦν ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα βραδῶς ἀναπλῦσθαι ποιεῖ, καὶ καταμήνια προτρέπεται.—Γλυκυρρίζης ὁ χυλὸς τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτη-ρία μόνον, ἀλλὰ καὶ ἐν ψωράδει κύσσει. Ἔστι δὲ ἡ σύμπασα κράσις αὐτῆς χλιαρά· ἐπεὶ δὲ ὑγρὸν ἐστὶ τῇ κράσει, δεόντως ἀδύψον ἐστὶ τὸ φάρμακον.—Γλυκυσίδης ἡ ρίζα, τῆς καὶ παιονίας, καταμήνια κινεῖ, μέγεθος ἀμυγδάλου σὺν μελικράτῳ πινόμενη. Ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ νεφρούς· τῇ σλῦφει δὲ τὰ κατὰ γασ-τέρας ῥεύματα ἴστησιν, ἐν οἴνῳ τινὶ τῶν αὐστηρῶν κατεψηθεῖσα καὶ ποθεῖσα. Ὄλως δὲ ξηραντικὴ τὴν δύναμιν ἐστὶν ἰσχυρῶς· ὥστε οὐκ ἀπελπίσαιμι καὶ περιπλομένην αὐτὴν εὐλόγως πεπιστεύθαι παι-δίων ἐπιληψίας ἰάσθαι. Ἔστι δὲ ἡ δύναμις αὐτῆς λεπτομερὴς μὲν καὶ ξηραντική· θερμὴ δὲ οὐκ ἐπιφανῶς.—Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παραξύνει, φυσώδες ὄν· καὶ ἡ ρίζα δὲ αὐτοῦ φυ-

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
