# Libri Ad Eunapium (Lib. 1-4) 676.13-678.2

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 676.13 to 678.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/676.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/676.13

δὲ τρεπομένων αὐτῶν, καλύσειεν ἂν τις τὴν χολέραν εἰ μελικράτου λαβὼν ἢ χλιαροῦ ὕδατος, ἑμοίη, εἶτα πυριάσας ἐλαίῳ τὴν γαστέραν καὶ σκεπδάσας ἐρίοις, κατακοιμηθεὶν χρόνον πλείονα τοῦ εἰωθότος. πλούσης· συνεδρεύει δὲ αὐτῷ πείνη κατὰ ἀρχὰς, μὴ παραμένουσα μέχρι παντός. Τοῖς μὲν οὖν ἐν ὁδοιπορίαις ἢ καὶ ἄλλως πῶς βουλιμιῶσι διὰ τῶν ὀσφραντῶν βοηθήσομεν, μάλιστα δὲ κρέα [ὑεῖα] προσ-5 άγοντες ὀπλὰ ταῖς ῥίσιν, ἢ ἔριφεῖα καὶ τὰ ἄλλα τὰ κνισσώδη, καὶ διακρατοῦντες τὰ ἄκρα, τὰς τε τρίχας ἀνασπῶντες, καὶ τὰς σιαγόνας διαμοχλεύοντες. Ἀναρρώθῃσι δὲ αὐτοῖς, ἄρτον ἐν οἴνῳ κεκραμένῳ δώσομεν ἢ τι ἄλλο τῶν ταχέως ἀναλαμβανόντων τὴν δύναμιν. τροφὴ προστεπιδίδοναι τι τῶν ῥαωνύντων τὸν σίόμαχον ὀπῶρων, μηλοῦ, ἀπίου ἢ βότρῦος ἢ τινος τοιούτου. Μάλιστα δὲ οἶνος τοὺς χολεροὺς ὀνίνησιν· ὕπνον γὰρ ἐπάγων πολλάκις ἐλπίδας παρέχει τῆς σωτηρίας. Θερμότητος δὲ πλειόνος περὶ τὰ στέρνα καὶ ὑποχόνδρια συνοῦσης, ἐπιψύχειν ῥοδίνῳ ἐμβρεχομένοις ὀθονίοις, καὶ ἄλφιτα ἐπιῤῥιπιοῦντας λειότατα μετὰ ῥοδίνου καὶ γλυκεός· διδόναι δὲ αὐτοῖς καὶ τὸν οἶνον ψυχρόν. ιβ' Περὶ ὀδύνης. Ὅταν ἐν ὀδύνῃ τινὶ τυγχάνῃ μόριον, πολυπραγμόνει τὴν πρόφασιν, εἰ διὰ τι τῶν ἐξωθεν γέγονεν· πολλοὶ γὰρ κατὰ τὸ λεληθὸς ἐν τῷ καθεύδειν ἐβλάησαν οὐχ ὀλιγάκις ἐν τε ἀθροαῖς ἐπιστροφαῖς καὶ οὐ καλῶς ἐπεσχηματισμένον τὸ μόριον ἔχοντες. Καὶ ψυχόμενα δὲ μέρη, τῖλμασι καὶ σπάσμασι περιπίπτοντα σφοδροτάταις ὀδύναῖς ἀλίσκονται. Γίνεται δὲ καὶ ὑπὸ ῥευμάτων ἐπώδυνα

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
