# Libri Ad Eunapium (Lib. 1-4) 697.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 697.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/697.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/697.1

φόσιν ἄμετρον κεφαλαλγίαν τοῖς ψύχουσι· θεραπείσεις· θερμοὶ γὰρ εἰσὶν οἱ τὴν κεφαλὴν ἀνιῶντες ἀτμοί· ῥόδιον δὲ ἄρκει μὴ σπάνυ 17 ψυχρόν προσαγομένον. Συμφέρει δὲ καὶ ἡσυχία καὶ ὕπνος, τῇ τε ἐσπέρᾳ λουσαμένον τροφαῖς εὐχύμοις χρῆσθαι μὴ θερμαίνουσαις, αἳ εἰσὶ πλισάνης χυλὸς καὶ ῥόφημα χόνδρου καὶ ὥα ῥοφήτα γάρου χωρὶς, καὶ θριδακίνην ψύχουσά τε καὶ εὐχυμωτάτη τυγχάνουσα, καὶ κράμβη· ξηραίνει γὰρ τοὺς ἀτμοὺς· ὁμοίως δὲ καὶ φακὴ· πινέτω 18 δὲ πάντως μὲν ὕδωρ. Εἰ δὲ ἀνατρέποιτο ὁ σίλμαχος, ῥοιᾶς ἐπι- 19 λαμβανέτω, καὶ μηλοῦ ἐθθοῦ ἢ ἀπίου. Ὕπνου δὲ ἐπὶ τούτοις γενομένου, τῇ ἐξῆς λούειν αὐτόν, θερμὸν ὕδωρ καταχέοντας πολλάκις· μετὰ τοῦτο δὲ πάλιν ὑπνώσαντα ἢ ἡσυχάσαντα, λούειν δεύτερον 20 καὶ τρέφειν ὁμοίως. Εἰ δὲ ἄμεινον διατεθεὶν καὶ μὴ φέρειν τὴν ὕδροποσίαν, οἶνον ὑδατώδη πίνειν ἐπιτρέπεν ὑδαρέστερον· τρεφέσθωσαν δὲ ἰχθύων πετραίων καὶ τῶν ἀπαλοσάρκων, καὶ περιστερῶν νεοτλῶν ἐψημένων χωρὶς γάρου καὶ οἴνου, κατὰ τοὺς ἀπαλοὺς ζωμοὺς ἐξ ὕδατος μόνοι καὶ ἀνίθου καὶ πρᾶσου βραχέος σκευαζομέ-

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
