# Libri Ad Eunapium (Lib. 1-4) 763.1

Oribasius, Libri Ad Eunapium (Lib. 1-4), 763.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/763.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/libri-ad-eunapium-lib-1-4/763.1

εἰ δὲ ὑγρότερος εἴη, προεψηθέντι. Δέχεται δὲ ὁ μὲν τῶν ἀπίων καὶ τῶν μήλων χυλὸς, ἔτι τε τῶν πλείστων ὀπωρῶν, ἴσον ἑαυτῶν τὸ μέλι· τῶν σιρυφινῶν δὲ ἰκανῶς, οἷόσπερ ἐσθὶν ὁ τῆς κρανείας καρπὸς, ἐνίοτε μὲν διπλάσιον· [ἔστι δὲ ὅτε καὶ τριπλάσιον.] Τοῖς μὲν οὖν μὴ φέρουσι τὰς φαρμακώδεις ποιότητας, ἐπὶ μὲν τῶν μετριῶν φλεγμονῶν παρισθμιῶν ἢ σιαφυλῆς ἢ ἄλλου τινὸς μέρους, ἀρκοῦσι τῶν εἰρημένων ἄρτι καρπῶν οἱ χυλοί, καὶ ὁ ῥόος ὁ ἐπὶ τὰ ὀψα. Πρὸς δὲ τὰς μείζονας τῶν ροιῶν χρὴ τῶν αὐστηρῶν τὸν χυλὸν ἢ τῶν κυδανίων μήλων καὶ ἀμφοτέρων κατὰ τὴν εἰρημένην ἀναλογίαν μῖξαι μέλιτος, καὶ γίνεται σύμμετρον. Καλλίων δὲ καὶ σφόδρα ἂν τὰς ὄλας κόψας ζοίας ἐνεψήσας γλεύκει. Δεῖ δὲ μὴ μόνον ἀποκρουστικὸν ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικὸν εἰ σκιρρούμενόν τι φαίνοιτο· τοῖς εἰρημένοις οὖν μέσοις ἐμβαλεῖς ἐψωμένους γλήχωνος ἢ ὑσσώπου ἢ ὀρίγανου ἢ θύμου ἢ καλαμίνθης διειθίσας· οὕτω γὰρ ἔξεις ἐπιτήδειον φάρμακον.

---

Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002617.
