# Synopsis Ad Eustathium Filium 172.8

Oribasius, Synopsis Ad Eustathium Filium, 172.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/172.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/172.8

τι τρόφιμον. Κολοκύνθη ὀλιγότροφον· σιλαφίδες αἱ αὐσίηραὶ τε καὶ ἀλιπεῖς. Μέσα δὲ πῶς ἐστὶ τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ εἰς ἡδονὴν πολὺ προΐχουσι τῶν 5 ἄλλων. Εἰ δὲ τι τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων εἴη, καθάπερ γε κέφαλοι καὶ ὁ λάβραξ, ὀνίσκος τε καὶ καβίδς, σμύραινα τε καὶ καρκίνοι καὶ ἐγχέλυες, ἀναπυθάνεσθαι μὲν χρὴ πρότερον, ὅθεν εἴη τεθραμμένον, μετὰ δὲ ταῦτα τῇ τε ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν 5 αὐτῶν ποιεῖσθαι· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις εἰσὶν 6 ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ. Καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλεῖον ἢ τοῖς ἄλλοις, καὶ σήπουνται ταχέως. 7 Καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χειρόνους ἑαυτῶν οἱ ἰχθύες γίνονται διαγινοσκόμενοι ῥαδίως ὀσμῇ τε καὶ γεύσει, 10 καθάπερ αἱ τρίγλαι· μοχθηρόταται γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι· τῶν δὲ ἄλλων ἡ σὰρξ σκληροτέρα μὲν, οὐ παχύχυμος 8 δέ. Κίθαρος καὶ ῥόμβος καὶ ἧπατος καὶ βούγλωσσον καὶ ἡ ψῆτα καὶ σαῦρος μέσοι πῶς εἰσι τῶν ἀπалоσάρκων καὶ σκληροσάρκων· ἡ τροφὴ δὲ αὐτῶν καλλίστη τοῖς τε μὴ γυμναζομένοις ἐστί, καὶ τοῖς 15 9 ἀσθενέσι καὶ τοῖς ἐκνοσθλευομένοις. Ἡ ψαθυρὰ καὶ μαλακὴ τροφὴ πρὸς ὑγείαν ἐπιτθησιotáτη ἐστίν, διότι καὶ εὐχυμοτάτη πασῶν 10 ἐστίν. Αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς τεφθῶσιν, αἱματὸς εἰσὶν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, οἷον ἐστί· τὸ γένος τῶν ὕδῶν· καλλίστον γὰρ δή· τὸ τούτων κρέας εἰς ἡδονὴν τε καὶ πέ- 20 ψιν ἐστί, καὶ μάλιστα τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν ὕδῶν· χειρόν γὰρ τὸ τε τοῦ παλαιωτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκὴν εὐθέως ἐσθιόμενου· ὑγρότατόν τε γὰρ ὑπερβαλλόντως ἐστί· τὸ τῶν ἀρτιγε- 11 νῶν καὶ φλέγμα γεννᾷ πλεῖστον. Οὐθαρ εὐχυμον, ἧπαρ, τὰ περὶ 12 τὰ χεῖλη μόρια, σῖτερα καὶ τὰ ἄλλα τὰ ἄκρα. Ἔντερα τε καὶ μήτρα 25 καὶ οὐρὰ τῶν σαρκῶν ἧπιον εὐχυμα· οἱ δὲ ἀδένες τεφθέντες καλῶς 13 διδάσιν ὁμοίαν τροφὴν ἐγγὺς τῇ κατὰ σάρκα. Καρδία οὐ παχύχυ- 14 μος. Βελτίους οἱ πόδες τῶν ὕδῶν εἰσι· τοῦ ῥύγχους καὶ τῶν ὤτων·

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
