# Synopsis Ad Eustathium Filium 174.1-5

Oribasius, Synopsis Ad Eustathium Filium, 174.1 to 174.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/174.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/174.1

τῶν δὲ ἄλλων ζῴων, κατὰ ὅσον αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀποκαρπῶν ἐσθιόμεναι κάλλιστον ἔδεσμα· ὅσοι δὲ μετὰ τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας οὐ μικρὰ βλάπτονται. Θρίδαξ, ὡς ἐν λαχάνοις, αἶμα γεννᾷ, καὶ μετὰ αὐτὴν οἱ ἰντυβοι. Οἱ εὐώδεις οἶνοι εὐχυμοι· τῶν εὐχυμοτάτων δὲ ἐστίν ὁ φαλερίνος, καὶ μᾶλλον ὁ γλυκύτατος, καὶ ὁ ἀριούσιος, καὶ ὁ κιρρὸς τμωλίτης ὁ γλυκύς. 16'. Ὅσα κακόχυμα. Τῆς κακοχυμίας οὐχ ἓν εἴδός ἐστιν· ἡ μὲν γὰρ ψυχροτέρα τυγχάνει, ἡ δὲ θερμότερα τε καὶ χολωδεστέρα, ἄλλη δὲ ὑδατωδεστέρα, καθάπερ ἄλλη μελαγχολικωτέρα. Πάντων δὲ ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὐπεπία ἦ· λανθάνει γὰρ ἐν λείπονται τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀχρων ἐν ὑστὶ μορίῳ χρόνῳ πλεῖονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται. Ἔστι δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ, καὶ ἡ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος· ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶτα ἡ τῶν ταύρων· ἐν ἅπασιν δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χειρίστα. Τῶν λαγῶν δὲ ἡ σὰρξ αἵματος μὲν ἐστὶ σαχυτέρου γεννητική, βελτίονος δὲ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος εἰσὶ χειρῶ τὰ κατὰ ἐκεῖνα τὰ ζῷα. Οἱ ἐγκέφαλοι τῶν ὡἱνῶν πολὺ βελτίους εἰσὶ τῶν ἐν τοῖς ψείοις. Τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυ- μοτέρα τῆς τῶν ἡμέρων ἐστίν. Ἄρτος καθαρός καλῶς ἐσπευσμένος εὐχυμος· χόνδρος, ψιλσάνη καλῶς ἠψημένη, κύαμοι. Κάσσιανα οὐ κακόχυμα, σῦκα πέπειρα καὶ σιᾱφυλὴ πέπειρος· κρεμασθεῖσα δὲ

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
