# Synopsis Ad Eustathium Filium 24.1-25.7

Oribasius, Synopsis Ad Eustathium Filium, 24.1 to 25.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/24.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/24.1

κοτύλης τὸ πρῶτον· ἐὰν δὲ σοι φαίνηται τὰ τῆς δυνάμεως ἰσχυρά, φλέβα διαίρει τῆς ἀριστερᾶς χειρός, ἢ τῶν ἐν ἀγκῶνι τὴν ἔνδον. Καὶ ἐπὶ πλευριτικῶν δὲ τὴν κατὰ εὐθὺ τοῦ πάσχοντος διαίρει. Καὶ ὀδύνας ὀφθαλμῶν ἰσχυροτάτας ὠφελεῖ θαυμασίως ἢ κατὰ εὐθὺ φλὲψ διαιρεθεῖσα ἢ ὠμιαία [ἢ τε ἀπὸ αὐτῆς ἀποσχιζομένη] κατὰ ἀγκῶνα· τρεῖς γὰρ οὗτοι τόποι τῆς κατὰ ἀγκῶνα φλεβοτομίας εἰσιν, ὁ τε ἔνδον καὶ ὁ ἔξω καὶ ὁ μέσος. Ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν ἡμισυ. Καὶ τοίνυν καὶ τοὺς ἐξδημηκοντούεις κενώσεις τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν. Προσέχειν δὲ χρὴ καὶ τῇ μεταβολῇ τοῦ αἵματος κατὰ τε χρόαν καὶ σύσλασιν, καὶ μάλιστα ὅταν φλεγμονῆς χάριν ἢ φλεβοτομία παραληφθῇ. ι'. Ποίας τμητέον φλέβας; Ἀντισπάσεως ἕνεκα τὰς κατὰ εὐθείαν τῶν αἱμορραγούντων τέμνε φλέβας· σπληνὸς δὲ πάσχοντος τὴν κατὰ τὸν παράμεσον δάκτυλον κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος · ὁ δὲ ἔκτὸς ἐπὶ τῶν κατὰ μετὰ πολλῆς δὲ ἀσφαλείας τὴν μέσην · ἀποχρεῖν δὲ πειρᾶσθαι τῆς κάτω. Ὡσπερ δὲ τὰ εἰρημένα μόρια ταῖς κατὰ ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς κατὰ ἰγνίαν καὶ σφυρὰ, τοῦτέστι τὰ κατὰ ἰσχίον καὶ κύστιν καὶ μήτὸ πρόσωπον καὶ τὴν κεφαλήν · ὁ μέσος δὲ ἀμφοτέρων. Ἁμαρτηθείσης δὲ τῆς φλεβοτομίας, κατὰ μὲν τὴν μέσην φλέβα νεῦριον ὑποκείμενον διαιρεῖται, κατὰ δὲ τὴν ἔνδον ἀρτηρία ὑποκειμένη, καὶ χρὴ φυλάττεσθαι τέμνειν ταύτην ἄνευ μεγάλης ἀνάγκης · τὴν δὲ ὠμιαίαν φλέβα κατὰ πάντα τρόπον ἀκίνδυνον τέμνειν. Ἡδὴ μέντοι καπὶ ταύτης τινὲς ὠδυνήθησαν μέχρι πολλοῦ χρόνου · τῶν δὲ οὕτω παθόντων οὐδεὶς ἅπαξ διηρέθη, δις δὲ καὶ τρὶς ἐπικαθέντων ἐπειδὰν ἀποτύχωσιν · μεγίστης δὲ ἅπαξ γενομένης διαιρέσεως οὐδεὶς οὔτε ἐφλέγμηνεν, οὔτε ὠδυνήθη · διὸ χρὴ ταύτην μὲν τέμνειν ἀφειδῶς ·

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
