# Synopsis Ad Eustathium Filium 35.9

Oribasius, Synopsis Ad Eustathium Filium, 35.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/35.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/35.9

ἄγαν διψώδης· ὅθεν οὐ σωνηρῶς ἔνιοι ἄλὴν μίσγοντες προσφέρουσι. οἱ δὲ θύμου κόμη καὶ ἁλσίν· οἱ δὲ καὶ τοῖς εὐώδεσι σπέρμασιν. Ἄγει 28 δὲ φλέγμα καὶ χολὴν ἰσχυρῶς ἄκρατον ὅσον Δʹ. Τῷ δὲ ἁλεῖον πιόντι 29 τοῦ φαρμάκου, εἰ μὲν ἐμετοι προσίσταιντο, τοῦτο μὲν σέλινον ἀπο- 5 θάπτοντα εἰς ὄξος μασήσασθαι· τοῦτο δὲ ἑλαῖαν λευκὴν ἁλμάδα· τοῦτο δὲ ἁλῶν χόνδρον ἐνθεῖναι τῷ στόματι· ταῦτα γὰρ κωλύει τοὺς ἐμέτους, καὶ προσέτι κορίαννον ὀσφαινόμενον, καὶ γλήχων, καὶ καλαμίνθη. Καλλίων δὲ καὶ ἀναπαύειν βραχὺ ἐν τῇ κλίνῃ 30 θάλποντα τὴν γαστέρα καὶ ἄκρους τοὺς πόδας, ὡς τὸ γε εὐθὺς περιπατεῖν πολλοὺς ἐμέτους καὶ καρδιωγμοὺς καὶ ἰλίγγους παρέσχεεν. Ὅταν 31 10 δὲ ἐν τῇ καταστάσει σφῶν αὐτῶν γένωνται, τότε ἤδη πρὸς τὸν περίπατον ἄγειν κελεύοντα ὑποκινεῖν ἡσυχῇ· τοῦτο γὰρ μᾶλλον ἐρεθίζει ἢ εἰ ὀξέως βαδίζοι. Δηγοῦσης δὲ τῆς καθάρσεως, κατακλί- 32 ναντα ἡσυχάζειν ἐγρηγορικῶς· μᾶλλον γὰρ συνδίδωσιν. Τηνικαῦτα 33 δὲ καὶ ἐπιπρόφειν κατὰ ὀλίγον μεταξὺ θερμοῦ ὕδατος· καὶ γὰρ

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
