# Synopsis Ad Eustathium Filium 376.1-378.11

Oribasius, Synopsis Ad Eustathium Filium, 376.1 to 378.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/376.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/376.1

καὶ λεμμάτων ῥοίας ἐφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτου συγκει- 1-2. ἀλφίτων συγκειμένων BFP. — 13. τὰ om. BFP. μένῳ. Ὄδυνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης, τούτῳ τε καὶ τοῖς τοιούτοις χρηστέον · σὺν ὀδύνῃ δὲ μείζονι τοῦ μορίου ῥευματισθέντος, μηδὲ οὕτω μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν, ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα · πολέμια γὰρ ταῦτα πάντα ταῖς ῥευματικαῖς διαθέσεσιν · παραμιθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίois ῥυπαροῖς οἴστυπον πολὺν ἔχουσιν ἀναλαμβάνοντα, καὶ προσφέροντα θέρους μὲν ψυχα, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἄνωτέρω τόπους τῶν πεπονθότων χωρίων σπόγγῳ βραχέντι οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ ψυχρῷ. Παραλλαγῆς δὲ ἐπὶ τούτοις γενομένης, καὶ πύου μὴ ὑποπίπτοντος, τῷ διὰ χαλκίτεως ἐμπλαστῷ φαρμάκῳ θεραπεύειν, ἢ τινὶ τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δὲ ἔριον οἴνῳ βεβρεγμένον αὐστηρῷ ἐξῆθεν ἐπιβάλλειν τοῦ φαρμάχου. Τούτω μὲν οὖν ἰάση τῷ τρόπῳ τὰς ἐπὶ ῥέυματι φλεγμονάς· τὰς δὲ ἐπὶ τινὶ προφάσει συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις. Εἰς ἐκπύησιν δὲ αὐτὰς ἄγειν βουλόμενος καὶ καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον, παραπλέκειν δὲ ὅμως τι καὶ τούτοις ὄξους ἢ οἴνου· διελόντα δὲ καὶ κενώσαντα ἀλεύρῳ πυρίνῳ καταπλάσεις ἐψων ἐν ὑδρελαίᾳ. Κἄν πότε χρεία γένηται ἀποσχάζειν αὐτάς, δέοντως τοῦτο ποιήσεις· τὰς δὲ ἐπὶ ῥέυμασι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιος κακοῦ τινος μεγάλου γενήση τῷ πάσχοντι. 25. Περὶ τῶν ἐν ῥευματικαῖς διαθέσεσιν ἐκπυηθέντων. Ἐκ τῶν Γαληνοῦ. Ῥευματικῆς δὲ οὔσης τῆς διαθέσεως καὶ ἐκ μηδενὸς τῶν προδήλων αἰτίων συστάσης, καταπλατλεῖν μὲν ἀναγκαῖον ἅπαξ ἢ δις σου· τὸ σῶν φυλάσσεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ, κζ'. Περὶ γαγγραίνης καὶ σφακέλου. Ἐκ τῶν Γαληνοῦ. Γαγγραῖνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις ὀνομάζουσιν οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. Καὶ εἰ μὴ ταχέως τις τὴν τοιαύτην διάθεσιν ἴδωσιτο, νεκροῦται ῥαδίως τὸ πᾶλδον οὕτω

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
