# Synopsis Ad Eustathium Filium 393.13-395.7

Oribasius, Synopsis Ad Eustathium Filium, 393.13 to 395.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/393.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/393.13

13πᾶσα, καὶ μᾶλλον ἢ αἰγυπτία. 2δunos. Ἰᾶσθαι δὲ αὐτὸν χρὴ σπόγγον ὀξυκράτῳ βρέχοντα, καὶ ἐπι- 3τιθέναι μετὰ ἐπιδέσεως ἡρέμα σφίγγούσης ἐκ τῶν κάτω μὲν ἀρχο- 4μένου μερῶν, τελευτῶσης δὲ εἰς τὰ ἄνω. Καίνον δὲ εἶναι χρὴ τὸν 5σπόγγον, κἂν μὴ ὦ ἁρρή τοιούτος, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ, 6καὶ μᾶλλον τῇ καλουμένῃ σιλακτῇ κονία· μὴ καθισταμένου δὲ ἐπὶ 7τούτοις τοῦ οἰδήματος, βραχὺ τι σιυπίηρίας μιγνύειν. Ἐπιτήδειον δὲ 8καὶ τὸ ἀπαλώτατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευόμενον καὶ ἐπι- 9τιθέμενον. Καλὸν δὲ καὶ τὸ γλαύκιον. Κεχρονικὸς δὲ οἴδημα προϋ- λζ´. Περὶ τερμίνθου. Εἶδος φύματος ἡ τέρμινθός ἐστιν· ἐπίκειται δὲ τῷ ἔλκει ἀνωτάτω φλύκταινα μέλαινα, ἥς ἐκρᾳγείσης τὸ ὑποκάτω ὅμοιον ἀποσεσυρμένῳ ἐστίν· τούτου δὲ διαιρεθέντος, πῦον εὑρίσκεται. λζ´. Περὶ ἐπινυκτίδος. Αἱ δὲ ἐπινυκτίδες ἐλκῦδριά ἐστί ν ἀπὸ ταυτομάτου ἐξανθοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα, ὧν ῥηγνυμένων ἰχὼρ ὑφαῖμος ἀπορρέει. Ταῦτα μὲν ἡμέρας οὐ σάων ἐνοχλεῖ, νυκτὸς δὲ ἐπάδυνα ἐστὶ μᾶλλον ἢ κατὰ τὸ ἔλκος. Ὄπὸν σιλφίου ὕδατι διελς ἐπιτίθει· ξηραίνει ἄνευ δηξέως. Ἡ κάννειον λεάνας ἐπιτίθει. Ἡ κράμδην ὠμὴν μετὰ ὕδατος ἐπιτίθει. λη´. Περὶ συνδέσμων τμηθέντων. Σύνδεσμος ὁ μὲν ἐξ ὀστοῦ διήκων εἰς ὀστοῦν ἀκινδυνότατός ἐστι, καὶ ξηραίνων αὐτὸν ὁποίοις βούλει φαρμάκοις οὐδὲν βλάψειν· ὁ δὲ εἰς μὲν ἐμφυόμενος, ὅσον ἀκινδυνώτερός ἐστι τένοντος καὶ νεύρου, τοσοῦτον τῶν ἄλλων συνδέσμων σφαλερώτερος, ἢν μὴ χρησίως θεραπεύηται. λθ'. Περί θύμου. 1 Θύμος ἐστὶν ἕλκος ὑπερσαρκοῦν τραχεῖα καὶ ψαθυρᾷ σαρκί· γί- 2 νεται δὲ ἐν τε ἕδρα καὶ αἰδοίοις. Καὶ τὸ μὲν εὐθὲς καὶ πολλάκις αὐτόματον ἀποπίπτον· τὸ δὲ κακοηθέστερον καὶ ὀδύνην παρέχον· τινὰ δὲ καὶ ἀνίατά ἐστιν. μ'. Περί σύκων. 1 Σύκα ὀνομάζουσι βλαστήματα ἐλκώδη, στρογγύλα, ὑπόσκληρα, ἐνereυθῆ, οἷς ἀκολουθεῖ καὶ ὀδύνη· φύεται δὲ ταῦτα τὸ μὲν πλεῖστον 2 ἐν κεφαλῇ, κἂν τῷ ἄλλῳ σώματι. Ἄριστον δὲ ἐπὶ τούτοις φαρμακόν 2. ἀκινδυνον ΒΡ. — CH. 40; 1. 9. νομίζουσι BFP.

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
