# Synopsis Ad Eustathium Filium 411.9

Oribasius, Synopsis Ad Eustathium Filium, 411.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/411.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/oribasius-med/synopsis-ad-eustathium-filium/411.9

παροξυσμοῦ, τὰ μὲν ἄκρα σιναπισμῷ καταληπτεῖον· σικύαν δὲ κολλητέον τοῖς ὑποχονδρίοις. Μὴ γενομένης δὲ μηδὲ πρὸς ταῦτα ἀνοχῆς, 4 διδόναι πίνειν· μετὰ δὲ τὴν αὐτάρκη κάθαρσιν λούειν αὐτούς. Τῇ δὲ τρίτῃ σιχνασλέον ὑποχόνδριά τε καὶ μετάφρενον μετὰ ἀμυχῶν, εἶτα διασλῆσαντας ἰκανὰς ἡμέρας καὶ ἀναλαβόντας τὸ σωμάτιον τῆς διὰ κολοκυνθίδος ἱερᾶς προσάγειν, εἶτα μετὰ τοῦτο σιχνασλέον κεφαλὴν καὶ ἰνίον, ταῖς δὲ ἐξῆς καταπλατλεῖν αὐτὴν ἄρτῳ ἠψημένῳ μὲν ἐν μελικράτῳ, συλλελειαιμένῳ δὲ πικροῖς ἀμυγδάλαις, ἢ ἐρτύλλῳ, ἢ ἡδύσμῳ, ἢ καλαμίνθῃ, ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖς ἡμέρας, καὶ μετὰ τοῦτο ξυράμενον τὴν κεφαλὴν καταχρίειν σφευκεδάνου ὀπῷ ἐν ὄξει διειμένῳ, ᾧ σπονδύλιον ἐνήληται· διασλῆσαντας δὲ πάλιν καὶ ἀναλαβόντας τὸ σωμάτιον διδόναι τῆς διὰ κολοκυνθίδος ἀντιδότου ἰσολοὺς ἐννέα ἐν μελικράτῳ, καὶ διασλῆσαντας ἡμέρας πάλιν διδόναι τῆς ἀντιδότου Ζγ', εἶτα πλαραμικοῖς χρῆσθαι, καὶ μετὰ πέντε ἢ δέκα ἡμέρας καστόρειον διδόναι ἐν μελικράτῳ· καὶ διασλῆσαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου, καὶ ἐφεξῆς ἀποφλεγματισμοῖς

---

Oribasius Med., Synopsis Ad Eustathium Filium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002618.
