# Adnotationes in Deuteronomium (fragmenta e catenis) 19-2

Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis), ΚΕΦ. ΚΖ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/adnotationes-in-deuteronomium-fragmenta-e-catenis/19-2

(65) Στίχ. ιθ΄. Ἐπικατάρατος ὅς ἃν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον (66), ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον. Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλʼ ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι. Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς τὰ τῆς ἀπωλείας σπέρματα· οὕπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θείον Ἀπόστολον, Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν. Καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας.

---

Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg070.local001/.
