# Adnotationes in Deuteronomium (fragmenta e catenis) 27

Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis), ΚΕΦ. Γ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/adnotationes-in-deuteronomium-fragmenta-e-catenis/27

Στίχ. κζ΄, κη΄. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύτην δίκην ἐπιθεὶς, καθʼ ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βἱου, καὶ (30) δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγελίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προγνῶναι τὴν οἰκείαν τελευτήν. Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μονῆς (51) |Μωῦσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωῦσέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντʼ αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἐλισσαῖος ἐν πνεύματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ. Λάθε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱόν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον· οὐ πνεῦμα ἐν πνεύματι, ἔτερον ἐφʼ ἑτέρου· ἀλλʼ ἐνέργειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερὁ Παῦλος διδάσκει.

---

Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg070.local001/.
