# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 10.1

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/10.1

ii 21—25 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμῶν βλασφημεῖται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται· περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· ποτὲ μὲν εἰ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· ποτὲ δὲ περιτομὴν ὠφελεῖν ἐὰν νόμον τις πράσσῃ. ἔστιν οὖν νόμος καθ' ἕνα τρόπον ψιλὸν τὸ Μωσέως γράμμα, καθ' ὃ σημαινόμενον εἴρηται τὸ εἰ ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε· καὶ τὸ ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν. ἔστι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθ' ὃ εἴρηται ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία. ἔστι καὶ ὁ φυσικός, καθ' ὃ εἴρηται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μωσέως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώσκοντες τὸν νόμον οὐκ ἀκούετε, γέγραπται γάρ, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ ἐν Ἠσαίᾳ. μήποτε δὲ καὶ τὴν Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ ἑαυτὸν μὴ ἄνομον εἶναι θεοῦ ἀλλ' ἔννομον Χριστοῦ. ὅταν οὖν φάσκῃ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε, ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μωσέως γράμματος. περιτομὴν οὖν, ἣν αὐτός φησι νῦν, ἑτέραν λέγει παρὰ τὴν κατατομήν· καὶ νόμον, τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας· κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν ὁ πνευματικῶς περιτεμνόμενος ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν, διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν, καί φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενος καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ· ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ σπέρματος αὐτοῦ, καὶ τοὺς οἰκογενεῖς καὶ ἀργυρωνήτους· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον· οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτοις προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἢ τὰ περὶ τῶν ἱερέων, ἢ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεταί τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται, ὡς ὅταν περὶ θυσίας φησίν. ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι· ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ κύριος ἔφη πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν· ἀφ' ὧν σαμαρείτης εἷς ἦν. ᾧ μαρτυρῶν ὁ σωτήρ φησιν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δόξαν δοῦναι τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ θεός, τούτου δὲ μὴ ἱσταμένου νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
