# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 11

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/11

iii 1—3 τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; μὴ γένοιτο. τὸ πιστευθῆναι τὰ λόγια τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πιστευθῆναι χαρακτηρίζεται, ἀλλ' ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. τοιοῦτος ἦν Μωυσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ' αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ ἀπόστολοι δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ' αὐτῶν μαθόντας τὸν χριστιανισμόν. ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν πολὺ τὸ περισσὸν παρὰ τοὺς ἐκ περιτομῆς· ἀπ' ἐκείνων γὰρ ἤρθη ἡ βασιλεία τοῦ θεοῦ ἵνα δοθῇ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ πρῶτοι ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, εἰσὶν οἱ καὶ δεύτερον πιστευθέντες· τὸ γὰρ πρῶτον τινός ἐστιν ἢ τινῶν πρῶτον. τίνες οὖν δεύτερον ἐπιστεύθησαν ἰδεῖν ἐστὶν ἐκ τοῦ ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας καὶ τὰ ἑξῆς. εἰ δέ τις συγχεόμενος ταὐτὸν οἴεται τὰ λόγια τοῦ θεοῦ τοῖς γράμμασι τοῦ θεοῦ, προσεχέτω τῷ λέγοντι ψαλμῷ τὰ λόγια κυρίου λόγια ἁγνὰ ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι τὰ ἁγνὰ λόγια εἶναι τὰ αὐτὰ τῷ ἀποκτείννυντι γράμματι. ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, οὕτως καί τινες ἠπίστησαν· ἀλλ' οὐχὶ τῶν τοιούτων εἴτε πρὸς τὸν θεὸν εἴτε πρὸς τὰ λόγια αὐτοῦ ἀπιστία τὴν πίστιν τοῦ θεοῦ καταργήσει. ποίαν δὲ πίστιν τοῦ θεοῦ; πότερον ἣν θεὸς πιστεύει τισὶ τὰ λόγια; ἢ ἣν οἱ πιστευθέντες τὰ λόγια πιστεύουσι τῷ θεῷ, ὡς Ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην; ἑκάτερον οἶμαι λόγον ἔχειν· μεμνῆσθαι γὰρ δεῖ τόν τε πιστεύοντα τῷ θεῷ καὶ τὸν πεπιστευμένον τὰ λόγια αὐτοῦ, μάλιστα ἐν καιρῷ τῆς τῶν ἀπίστων χλεύης ἣν χλευάζουσι τοὺς πεπιστευκότας, τοῦ μὴ καταργεῖσθαι τὴν πίστιν τοῦ θεοῦ ὑπὸ τοῦ λόγου τῶν ἀπιστούντων.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
