# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 22

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/22

iv 4, 5 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. οὐδὲν ὧν δίδωσιν ὁ θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάιν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρισμα αὐτοῦ· φησὶ γὰρ τὸ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· χάριτι γάρ ἐσμεν σεσωσμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται. πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
