Ancient Greek
Section 23
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 23
Not analysed yet
iv 6—9 καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν· ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; μηκέτι πραττομένου τοῦ χείρονος ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν· ἀγαθοῦ δ' ἐπιτελουμένου, ὡς τὰ γενόμενα κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων, οὐδὲ λογίζεται ἔτι κύριός τινι τ<ὸ> ἡμαρτηκέναι.