# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 24

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/24

iv 9—12 λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην· πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ' ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν' οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσιν λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον· ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ' ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
