# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 31.1

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/31.1

vi 12—14 μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ἀνωτέρω μὲν εἶπεν ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, νυνὶ δὲ οὐκ εἶπεν τοῦτο ἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, καὶ πάλιν τὸ φρόνημα τῆς σαρκὸς θάνατος. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα σαρκός ἐστιν ἅπερ ὁ ἀπόστολος φανερὰ ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέσεις ἐδίδαξεν ὅτι καὶ αὗται σαρκός εἰσιν ἔργον, ἀπολύων ἡμᾶς περισπασμοῦ, ἵνα μὴ νομίζωμεν τινὰ μὲν εἶναι ἔργα σαρκός, τινὰ δὲ ἁμαρτήματα οὐ σαρκὸς μὲν ἤτοι δὲ ψυχῆς ἢ νοῦ. ἀλλ' ἐπάν τις ζητῇ πῶς καὶ αἱρέσεις ἐν τοῖς ἔργοις τῆς σαρκός εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν ὅτι αἱρέσεις γίνονται ἀπὸ τοῦ νοῦ τῆς σαρκός, περὶ οὗ φησί που ὁ Παῦλος εἰκῆ ἐμβατεύων καὶ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ καὶ οὐ κρατῶν τὴν κεφαλήν. τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ σάρκες· οὐ μὴ γάρ φησι καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ' ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ ἢ δι' ἀρετὴν πνεῦμα· ὅτε γὰρ κολλᾶται τῇ πόρνῃ γίνεται εἰς σάρκα μίαν πρὸς αὐτήν, ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. καὶ ἤδη τοῦτο εἴρηκεν, οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν λήψονται λέγεσθαι ἑτέρων οἳ ἔζησαν μὲν τῷ θεῷ οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δέ φαμεν μήποτε ἀδυνατόν ἐστιν ζῇν μὲν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ <...> ἐπείπερ εἶδεν τὴν Χριστοῦ ἡμέραν καὶ ἐχάρη· εἴτε Μωσῆς ἔζησεν τῷ θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν, ὅστις γε καὶ μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀλλὰ καὶ οἱ ἐπιθυμήσαντες πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ὃ εἶδον οἱ ἀπόστολοι καὶ ἀκοῦσαι ὧν ἤκουσαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῇν τῷ θεῷ. ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο δὲ λέγοιτ' ἄν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ· ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντος πνεύματος καὶ τὰ βάθη τοῦ θεοῦ φωτισθεὶς εὕρῃ τινὰς χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται ὅτι οὐκ εἴ τις ζῇ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ οὗτος ἤδη πάντως νεκρός ἐστιν τῇ ἁμαρτίᾳ· ἐὰν δὲ πάντες ἥμαρτον διὰ τὸ ὑπὲρ πάντων ἀπέθανεν, δῆλον ὅτι πᾶς ζῶν ἐν Χριστῷ Ἰησοῦ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησεν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἂν ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῇν τινὰς τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νεκροὺς εἶναι τῇ ἁμαρτίᾳ, ὥσπερ χωρὶς νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν εὐκολίαν, ἁμαρτία γὰρ ὑμῶν, φησίν, οὐκέτι κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ, τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ σωτῆρος καὶ ἐφ' ἡμῶν ἐπὶ μὲν τοῦ σωτῆρος θάνατος εἶπεν αὐτοῦ οὐκέτι κυριεύσει, ἐπὶ δὲ ἡμῶν ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὔτε γὰρ ἐπὶ τοῦ σωτῆρος ἔπρεπεν λέγεσθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ' ὑμῶν κυριώτερον ἦν τὸ θάνατος ὑμῶν οὐ κυριεύσει· καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ σωτῆρος καὶ ἡμῶν λέγηται ὡς παραπλησίων. μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν φησὶ τὸ οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· κατὰ γὰρ αὐτὸν τὸν Παῦλον ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος ἐστίν, καὶ νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα ἀλλ' ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ἐκεῖ ὑπερεπερίσσευσεν ἡ χάρις· νῦν δὲ ἐσμὲν ὑπὸ τὴν περισσεύουσαν χάριν, διότι οὐκέτι ἐσμὲν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. δικαίῳ γὰρ νόμος οὐ κεῖται, οὐ γὰρ δέεται τῆς ἀπὸ τοῦ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ θεοῦ θεοδίδακτος ὤν, ὡς Παῦλος διδάσκει λέγων περὶ δὲ τῆς ἀγάπης οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, ὑμεῖς γὰρ θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους. εἴ τινι οὖν συμπέφυκεν ὁ τοῦ θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον ἕτερον δὲ εἶναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἐστὶν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· οὕτω νοητέον ἀλλ' ἦν ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
